1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

58

ἐπιχρῶσαι ὡς ἀπὸ αἰθάλης καὶ καῦσαι δέ τινα τῶν ὑποπεσόντων, βολβῶν καὶ συκῆς καὶ φώκης καὶ ὑαίνης μενόντων ἀβλαβῶν, ὧν καὶ ταῖς δοραῖς περιδιφθεροῦσθαι λόγος τοὺς ἱστοὺς τῶν νεῶν διὰ τοὺς κεραυνούς. τῶν μέντοι κεραυνοβλήτων τὰ σώματα ἄταφα κατελίμπανον οἱ πάλαι, ἀδιάφθορα μένοντα· τῆς γὰρ ἐν αὐτοῖς ὑγρότητος ἀναρπαζομένης ὑπὸ τοῦ πυρός, ὥσπερ ἀποπτηθέντα διαμένειν πέφυκε. spur. 2 Οἱ τῶν Ἑβραίων λόγιοι τὸν περὶ προγνώσεως λόγον διχῆ τέμνουσιν, εἰς σημεῖα καὶ τέρατα· καὶ σημεῖα μὲν εἶναι βούλονται τὰ ἐν μετεώροις συνιστάμενα, τέρατα δὲ τὰ ἐπὶ γῆς ὡς παρὰ φύσιν φαινόμενα, ὁποῖον ἐκεῖνο τὸ ἐπὶ τῆς καλουμένης τῶν Ἑβραίων ἐξόδου ἀναφερόμενον περὶ Μωυσέως αὐτοῦ· «καὶ εἶδεν, ὅτι ἡ βάτος καίεται, ἡ δὲ βάτος οὐ κατεκαίετο.» καὶ πάλιν· «ἔρριψε Μωυσῆς τὴν ῥάβδον ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις.» καὶ πάλιν· «εἰσήνεγκε Μωυσῆς τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ, καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών.» εἶτα αὖθις· «καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν· λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ ἐπὶ τὸ ξηρὸν καὶ ἔσται αἷμα.» εἶτα ὑποβάς· «καὶ εἶπε κύριος πρὸς Μωυσῆν· ἐὰν λαλήσῃ Φαραὼ πρὸς ὑμᾶς λέγων, ∆ότε σημεῖον ἢ τέρας, λαβὲ τὴν ῥάβδον σου, καὶ ῥίψον ἐπὶ τῆς γῆς, καὶ ἔσται δράκων.» καὶ οὐ ταῦτα μόνον, ἀλλ' ἔτι τέρας ἄλλο φοβερώτερον ἡ τοῦ παντὸς Αἰγυπτίου ὕδατος εἰς λύθρον μεταβολὴ καὶ τῶν βατράχων τὸ πλῆθος καὶ οἱ λεγόμενοι σκνῖπες καὶ οἱ μύωπες, οὓς αὐτοὶ καλοῦσι κυνομύιας, καὶ ἡ τῶν κτηνῶν φθορὰ καὶ ὁ κονιορτὸς ὁ ἑλκώδης, φλυκταῖναι καὶ ἀκρίδες, ταῦτα πάντα τέρατα ἂν δικαίως λέγοιντο. σημεῖα δὲ τὰ ἐξ ὑπερτέρων φαινόμενα, οἷον ἐκεῖνο, ὃ ἐπὶ τῆς αὐτῆς φέρεται γραφῆς· «καὶ ἔβρεξε κύριος τὴν χάλαζαν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου· ἦν δὴ ἡ χάλαζα, καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ.» καὶ πάλιν· «ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν οὐρανὸν καὶ ἐγένετο σκότος, γνόφος καὶ θύελλα ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου.» τοιοῦτος τοίνυν Ἑβραίοις ὁ περὶ σημείων λόγος, ἐξ ὧν οἶμαι καὶ τἄλλα τῶν ἐθνῶν διοσημείας ταῦτα καλεῖν ἔγνω τὰ σήματα· Ζεὺς γὰρ ὁ ἀὴρ κατὰ τοὺς φυσικοὺς λέγεται, ὅτι ζωοποιός ἐστιν, ὥστε διοσημεία τὸ τοῦ ἀέρος σημεῖον, ὥσπερ εὔδιον τὸ πρᾶον καὶ γαληνὸν τοῦ ἀέρος καλεῖται σχῆμα. οὐ χρὴ οὖν πρὸς τὰ ὀνόματα ταραττομένους τοὺς ἁπλουστέρους ἀποπηδᾶν τοῦ μαθεῖν· «δώσω γάρ, φησι, σημεῖα ἐν τῷ οὐρανῷ ἄνω, καὶ τέρατα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καῖ ἡ σελήνη εἰς αἷμα». spur.3 Σαβαώθ, τοῦ δημιουργοῦ· οὕτω γὰρ παρὰ Φοινίκων ὁ δημιουργικὸς ἀριθμὸς ὀνομάζεται. spur. ΄ 4 Βροντὴ γίνεται εἰληθέντος πνεύματος ἐν νέφει παχεῖ τε καὶ νοτιωτέρῳ καὶ ἐξωσθέντος βιαίως δι' αὐτοῦ, ὅθεν ῥήγνυται τὰ συνεχῆ πιλήματα τοῦ νέφους, καὶ βρόμον ἤγουν ἦχον καὶ πάταγον μέγαν ἀπεργάζονται, ὅπερ βροντὴ λέγεται, ὥσπερ ἐν ὕδατι πνεῦμα σφοδρῶς ἐλαυνόμενον· κατὰ δὲ τὴν τοῦ νέφους ἔκρηξιν πυρωθὲν τὸ πνεῦμα λάμψαν ἀστραπὴ λέγεται. spur.5 Ὅτι Φεβρουάριος φθονήσας Καμίλλῳ μελέτην τυραννίδος αὐτοῦ κατηγόρησε· τοῦ δὲ διωχθέντος καὶ αὖθις καθόδου τυχόντος, ὅτι πολιορκουμένῃ τῇ πατρίδι κατὰ τὴν φυγὴν ἐβοήθησεν, εἰς ἐξέτασιν Φεβρουάριος ἄγεται καὶ διώκεται, Κάμιλλος δὲ καὶ τὸν ἐπώνυμον αὐτοῦ μῆνα παρὰ τοὺς ἄλλους ἐκολόβωσε. spur.6 Φασὶ γὰρ τὴν Νέμεσιν τὰ γλαφυρὰ τῶν πραγμάτων εἰς τὸ ἔμπαλιν τρέπειν ταῖς ὑπερβολαῖς τῆς τύχης, ὥς φησι Νουμήνιος, τῷ δὲ αὐτῷ τροχῷ τὴν ἰσότητα ἐπάγουσαν, ὅθεν ὁ Μεσομήδης οὕτω που πρὸς αὐτήν· ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ χαροπὰ μερόπων στρέφεται τύχα.