1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

27

Ῥώμην ἐρρύσατο καὶ δεύτερος Ῥωμύλος ὠνομάσθη. καὶ οὕτως ἀποκείρειν τε τοὺς πώγωνας ἐπ' ἄκρου καὶ σιδηροῦς τοὺς θώρακας κατασκευάζειν τέτακται καὶ ἄνευ λοφιῶν τὰς περικεφαλαίας ἔχειν. 4.28 .... ἐν τῇ πρὸς δῆμον ὀρατίωνι οἱονεὶ προσ φωνήσει. ὅτι σπαθάριος ὁ σωματοφύλαξ ἐστίν, καὶ φαυρικίσιοι οἱ τῶν ὅπλων δημιουργοί. 4.29 Εἰδοῖς Φεβρουαρίαις· ἀπὸ ταύτης τῆς ἡμέρας ἀπὸ ὥρας ἕκτης διὰ τὰς τῶν κατοιχομένων χοὰς τὰ ἱερὰ κατησφαλίζοντο, καὶ οἱ ἄρχοντες ἐν σχήματι ἰδιωτῶν προῄεσαν ἄχρι τῆς πρὸ ὀκτὼ Καλενδῶν Μαρτίων. αἱ δὲ σώφρονες γυναῖκες-ματρώνας δὲ αὐτὰς οἱ Ῥωμαῖοι καλοῦσιν, οἱ δὲ Ἕλληνες οἰκοδεσποίνας- τοσοῦτον τῆς αἰδοῦς ἐφρόντιζον, ὡς μηδὲ ταῖς πολλαῖς τῶν γυναικῶν ὁμιλεῖν, ἀλλὰ καὶ τόπους τινὰς ἡσυχίους ἐν τοῖς βαλανείοις ἔξω τοῦ πλήθους ἑαυταῖς ἀφορίζειν, οὓς ἔτι καὶ νῦν ματρωνίκια καλοῦσιν. αὗται τοίνυν αἱ σώφρονες τοῖς Βρούτου δαίμοσιν ἐνήγιζον δι' αἰτίαν τοιαύτην· Λουκρητία, γυνή τις Ῥωμαία περιττῶς εὐπρεπής τε καὶ σώφρων, λέγεται βιασθῆναί ποτε ὑπὸ Ταρκυνίου τοῦ τελευταίου τῶν ῥηγῶν ἢ τοῦ αὐτοῦ παιδός· Σούπερβον δὲ αὐτὸν ἡ ἱστορία καλεῖ οἱονεὶ ἀλαζόνα· πρῶτος γὰρ αὐτὸς ὄργανα ποινῶν καὶ μέταλλα ἐξεῦρεν· ὅπως δὲ μὴ μαλάττοιτο τοῖς αἰκισμοῖς τῶν τιμωρουμένων, βοτάνην αὐτοῖς ἐπεδίδου, ἣ γέλωτα ἐνεποίει παρὰ σκοπὸν τοῖς πάσχουσι. γίνεται δὲ καὶ νῦν ἐπὶ Σαρδοῦς τῆς νήσου ἡ τοιαύτη βοτάνη, ὅθεν καὶ Σαρδόνιον γέλωτά φασιν. ἔνθεν τὸν Ταρκύνιον Σούπερβον ἀντὶ τοῦ ἀπηνῆ καὶ ὠμὸν ἐκάλουν· οὐδὲν δὲ ἂν τέκοι μῖσος ὡς ταῦτα. ἐκείνη τοίνυν ἡ Λουκρητία, κρείττονα τὴν σωφροσύνην τῆς βασιλικῆς ὁμι λίας ἡγησαμένη, καὶ οὐκ αὐτῆς μόνης ἀλλὰ καὶ ζωῆς αὐτῆς, μεταπεμψαμένη τοὺς ἑαυτῆς ἀφηγησαμένη τε τήν, εἴγε ἄρα ἐβούλετο, λανθάνειν δυναμένην ἁμαρτίαν, ἑαυτὴν παρόντων τῶν τῆς σωφροσύνης μαρτύρων ἀπέσφαξε. κινεῖται οὖν ὁ δῆμος πρὸς τοῦτο καὶ τὸ μῖσος τοῦ τυράννου προσεποιεῖτο, ........ ὃς δραξάμενος καιροῦ ἡγεῖται τοῦ Ῥωμαϊκοῦ δήμου καὶ παρωθεῖται τῆς βασιλείας τὸν Ταρκύνιον. ἐτιμήθη οὖν, ὡς ἐλέγομεν, παρὰ ταῖς Ῥωμαίων γυναιξὶν ὁ Βροῦτος μετὰ θάνατον δημοσίῳ πένθει, οἷα ἔκδικος τῆς σωφροσύνης· καὶ Βρούτας ἑαυτὰς ἠξίουν ὀνομάζεσθαι πρὸς τιμὴν Βρούτου. 4.30 Βέρνακλον τὸν δημόσιον οἰκέτην οἱ Ῥωμαῖοι καλοῦσιν. ἐπειδὴ εἰς τρεῖς μοίρας ὁ Ῥωμαϊκὸς διῄρητο δῆμος, τρίβους ἡ φυλὴ παρ' αὐτοῖς ὠνομάσθη, καὶ τριβοῦνοι οἱ δήμαρχοι. φροντὶς δὲ ἦν αὐτοῖς τῆς ἱπποδρομίας, ὡς ἐπιτελοῖτο προσηκόντως· καὶ διὰ τοῦτο τριβοῦνος ἔτι καὶ νῦν ἡγεῖται τῶν βολουπτάτων, ἀντὶ τοῦ τῶν τέρψεων. ὅτι ἀγὼν καὶ ἀγωνία ὁ τόπος λέγεται διὰ τὸ κυκλοτερές, παρὰ τὸ μὴ ἔχειν γωνίαν, ἧς εἰς τύπον καὶ στέφανοι κυκλοτερεῖς τοῖς νικῶσιν ἐπετίθεντο. οἱ δὲ τρεῖς ὀβελοὶ τὴν τρίστοιχον φύσιν δηλοῦσιν, ὕδατος πυρὸς γῆς· ἐπ' αὐτῶν γὰρ καὶ μόνων ὁ θάνατος τὴν ἐνέργειαν ἔχει. ὅθεν καὶ τρικάρηνον ὁ μῦθος δίδωσι τῷ Πλούτωνι κύνα, ἀντὶ τοῦ τρίστοιχον· ὁ γὰρ ἀὴρ ζωοποιός ἐστι. διὰ τῶν ὀβελῶν οὖν δηλοῦται, ὡς πρὸς τιμὴν τῶν ὑπὲρ πατρίδος ἀποθνησκόντων τὴν ἀγωνίαν ἐπετέλουν, τριῶν ἁρμάτων καὶ οὐ τεττάρων ἁμιλλωμένων ἐπὶ τῆς ἱπποδρομίας· οἱ μὲν ῥουσσάτοι οἱονεὶ ἐρυθροί, οἱ δὲ ἀλβᾶτοι οἱονεὶ λευκοί, οἱ δὲ βίριδες οἱονεὶ ἀνθηροί, πρασίνους δὲ αὐτοὺς νῦν προσαγορεύουσι. καὶ οἱ μὲν ῥουσσάτοι ἠξίουν τοῦ Ἄρεως εἶναι, οἱ δὲ λευκοὶ τοῦ ∆ιός, οἱ δὲ ἀνθηροὶ τῆς Ἀφροδίτης. ὕστερον δὲ καὶ τὸ βένετον· βενέτους δὲ αὐτοὺς ἐπιχωρίως καλοῦσι σιδηροβάφους ἀπὸ τῶν περὶ τὴν Ἀδρίαν Ἑνετῶν τοιαύταις ἐσθῆσι χρωμένων· βένετον δὲ οἱ Ῥωμαῖοι τὸ παρ' ἡμῖν καλλάϊνον χρῶμα προσαγορεύουσιν. οἱ Γάλλοι τοίνυν ἴδιόν τινα τόπον ἐν τῷ ἱππικῷ θεωροῦντες ἐπλήρουν, καὶ Βενέτους αὐτοὺς ἐκ τῶν ἐσθημάτων ὠνόμαζον, καὶ Βενετίαν τὴν χώραν, διὰ τὸ μηδένα ποτὲ κατ' ἐκείνην