1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

12

ὅτι πρὸ τῆς σελήνης ἀνθρώπους ἄν τις δοίη ποτέ· ἀλλ' ὅτι πρὸ διατυπώσεως τῶν μηνῶν Ἀρκάδας φησὶ καὶ Σικυωνίους γενέσθαι. 3.2 Τὸν μῆνα κατὰ τὸν σεληνιακὸν δρόμον ἠρίθμουν οἱ παλαιοί, ἔνθεν καὶ μὴν προσαγορεύεται ἀπὸ τῆς μήνης, τουτέστι τῆς σελήνης· σελήνη δὲ ἀπὸ τοῦ σέλας ἀεὶ νέον ἔχειν. μὴν γάρ ἐστι χρόνος ὁπόσον ἂν ὁ ἥλιος διηνυκὼς εἴη, ἐν ᾧ τὸ ἀπὸ τοῦ ἡλιακοῦ κέντρου φῶς ἐπὶ τὴν σελήνην φερόμενον καὶ περιοδεῦσαν εἰς τὸν αὐτὸν ἀποκαταστῇ τόπον ὅθεν ἤρξατο περιοδεύειν· ὅθεν καὶ ἀπὸ συνόδου εἰς σύνοδον τὴν νεομηνίαν τιμῶντες συνελογίζοντο τὸν ἐνιαυτὸν τεσσάρων καὶ πεντήκοντα καὶ τριακοσίων ἡμερῶν εἶναι, ὥστε ἑκάστῳ μηνὶ περιβάλλειν ἐννέα καὶ εἴκοσι πρὸς τῇ ἡμισείᾳ ἡμέρας. 3.3 Ὅτι Τίμαιος νῦν μὲν γεννητὸν κατ' αἰτίαν, νῦν δὲ ἀγέννητον τὸν κόσμον ὁρίζεται· ἀγέννητον μὲν διὰ τὰς ἐν αὐτῷ νοητὰς δυνάμεις, γεννητὸν δὲ οἷα ὁρατὸν ἁπτόν τε ἅμα καὶ σῶμα ἔχοντα. 3.4 Κύκλος παντὸς ἀριθμοῦ ἐστιν ἡ δεκὰς καὶ πέρας· περὶ αὐτὴν γὰρ εἰλούμενοι καὶ κατακάμπτοντες ὥσπερ καμπτῆρα δολιχεύουσιν οἱ ἀριθμοί. ὅρος γάρ ἐστι τῆς ἀπειρίας αὐτῶν· ἀπὸ γὰρ μονάδος ἄχρις αὐτῆς καὶ μόνης ἀριθμήσαντες καὶ στάντες ἐπ' αὐτὴν αὖθις ἐπὶ τὴν μονάδα ἀναστρέφομεν. ὅτι δὲ παντὸς ἀριθμοῦ συνεκτικὴ ἡ δεκάς, μάρτυς ἡ φύσις, μὴ πλείους τῶν δέκα δακτύλων ἀλλὰ μηδὲ ἐλάττους ἀνθρώπῳ παρασχοῦσα. οὕτως ἄρα καὶ ἐπὶ τῆς τοῦ ἐνιαυτοῦ φύσεως ἔστιν εὑρεῖν, ὅτι συμπληρούμενος αὖθις, ὥσπερ ὁ δέκα ἀριθμός, εἰς ἑαυτὸν ἀναστρέφει· καὶ ταύτῃ ἐνιαυτὸς ὠνομάσθη, παρὰ τὸ ἐν ἑαυτῷ κινεῖσθαι αὐτόν· κύκλος γάρ ἐστιν ἐφ' ἑαυτὸν εἰλούμενος. ὁ δὲ κύκλος ἐπίπεδον σχῆμά ἐστιν ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, καὶ ταύτῃ κυκλικὸν ὀνομάζεται σχῆμα ἀφ' ἑαυτοῦ ἀρχόμενον καὶ εἰς ἑαυτὸ καταλῆγον, ὁ δὴ ἴδιον τοῦ χρόνου εἰς ἑαυτὸν ἀναστρέφοντος καὶ μηδαμοῦ περατουμένου. ὅθεν καὶ Αἰγύπτιοι καθ' ἱερὸν λόγον δράκοντα οὐρηβόρον ταῖς πυραμίσιν ἐγγλύφουσιν. ἄβυσσον γὰρ ὑποτίθενται καὶ δράκοντα ἐν αὐτῇ, ἐξ οὗ τοὺς αἰσθητοὺς θεοὺς καὶ αὐτὸ δὲ τὸ πᾶν αἰσθητὸν γενέσθαι βούλονται. ἔτι μὴν ἔθος αὐτοῖς καὶ κύκλον ἐπ' εὐθείας χιούμενον τοῖς ἱεροῖς ἐγγράφειν, διὰ τὸ τὸν ἐνιαυτὸν ἀρχὴν ἑαυτοῦ γίνεσθαι καὶ πέρας. διὰ τοῦτο τὴν κεφαλὴν τοῦ χρόνου οἱ Πυθαγόρειοι οὐχὶ πρώτην ἀλλὰ μίαν ὠνόμασαν. 3.5 Αἰγύπτιοι δὲ λέγονται ἀριθμῆσαι τὸν ἐνιαυτὸν τεσσάρων μηνῶν, ὅθεν καὶ χιλιετεῖς τινας βιῶναί ποτε παρ' αὐτοῖς ἀναγράφουσιν· Ἡσίοδος δὲ καὶ Ἑκαταῖος, Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ Ἔφορος καὶ Νικόλαός φασιτοὺς μακραίωνας καὶ ὑπὲρ χιλίους διαζῆσαι χρόνους, καὶ οὐκ αὐτοὺς μόνους ὡς ἡρωικὰς ἀνημμένους ψυχάς, ἀλλὰ καὶ ἀνθρώπους τινάς, ὡς ∆ιογένης ἐν τοῖς ὑπὲρ Θούλην ἀξιοῖ. οἱ δὲ Ἀρκάδες τριῶν μηνῶν, Σικυώνιοι δὲ ἕξ, Λατῖνοι τριῶν καὶ δέκα τὸν ἐνιαυτὸν ἠρίθμουν, παρὰ δὲ Ῥωμαίοις τὸ παλαιὸν δέκα μῆνας ἐτετύπωτο τὸν ἐνιαυτὸν ἔχειν, ὕστερον δὲ πρὸς τοῦ βασιλέως Νουμᾶ καὶ ἕτεροι δύο προσετέθησαν, τιμῆς μὲν ἕνεκα τῶν νοητῶν ὁ Ἰανουάριος, τῶν ὑλικῶν δὲ ὁ Φεβρουάριος. Καῖσαρ δὲ ὕστερον ὁ Γάϊος ἐκ τῆς τῶν Αἰγυπτίων διδαχῆς διετάξατο τόν τε χρόνον εἶναι τριακοσίων ἑξήκοντα πέντε τετάρτου ἡμερῶν, καὶ τοὺς μῆνας τοὺς μὲν ἀπὸ τριάκοντα ἔχειν ἡμερῶν, τοὺς δὲ ἀπὸ τριάκοντα ἑνός, τὸν δὲ Φεβρουάριον εἰκοσιοκτώ· ἡ γὰρ παλαιότης τοὺς δυοκαίδεκα μῆνας τοῦ ἡλιακοῦ ἐνιαυτοῦ ἀπὸ τριάκοντα ἡμερῶν πάντας ἠρίθμησεν, τὰς δὲ πέντε τέταρτον ἡμέρας ἐν τρισκαιδεκάτῳ μηνὶ ἐπέβαλλεν. ἐνιαυτὸς δέ ἐστι χρόνος ἐν ᾧ ἂν ὁ ἥλιος ἀπὸ τροπῆς ἰσημερίας ἡστινοσοῦν ἀρξάμενος ἀφ' οἵου δήποτε σημείου τῶν ἀπὸ τοῦ διαμέτρου κύκλου ἐπὶ τὸ αὐτὸ σημεῖον ἀφίκηται.