1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

21

στρῆνα εἰς τιμὴν δαίμονός τινος οὕτω προσαγορευομένης, ἥτις ἔφορός ἐστι τῶν νικῶν. τὸ δὲ στρῆνα καθ' Ἕλληνας τὸν εὐαρχισμὸν τὸν ἐπὶ ἐντρεχείας στρατιωτικῆς σημαίνει. οὐ γὰρ-ὡς τὸ πλῆθος-ἀπάγεται παιγνίου καὶ ῥᾳστώνης χάριν. φασὶ δὲ Λατῖνον ἐκεῖνον τοῦ Τηλεγόνου μὲν ἀδελφόν, Κίρκης δὲ παῖδα, πενθερὸν δὲ Αἰνείου, κτίζοντα τὴν τῆς Ῥώμης ἀκρόπολιν πρὸ τῆς παρουσίας Αἰνείου εὑρεῖν ἐπὶ τοῦ τόπου δάφνην κατὰ τύχην καὶ οὕτως πάλιν ἐᾶσαι αὐτὴν ἐκεῖσε διαμένειν· καὶ διὰ τοῦτο καὶ ἐνταῦθα ∆άφνην προσαγορεύουσι τὸ Παλάτιον. τὴν δάφνην δὲ οἱ παλαιοὶ τῷ Ἀπόλλωνι καθιεροῦσιν, ὅτι πυρὸς πλῆρες τὸ φυτὸν ὥς φησιν ὁ Πλούταρχος καὶ ὁ Ἀπόλλων πῦρ· ὁ ἥλιος γάρ ἐστιν. ὅθεν καὶ ἀπεχθάνεται δαίμοσι τοῦτο τὸ φυτὸν καὶ ἔνθεν ἂν εἴη δάφνη, ἐκποδὼν δαίμονες, κἀν ταῖς μαντείαις καίοντες ταύτην οἱ ἄνθρωποι παράστασιν προφητείας δοκοῦσιν εὑρηκέναι. οἱ παλαιότεροι δὲ τῷ Ἄρει τὴν δάφνην ἀνετίθησαν, οἱ δὲ μετ' αὐτοὺς τῷ Ἡλίῳ, ὅθεν καὶ τοὺς νικητὰς τῶν πολεμίων δάφναις ἔστεφον, ὥσπερ τοὺς σωτῆρας πάλιν τῇ δρυΐ, διὰ τὸ σωτηρίαν τοῖς πάλαι πρὸ τῆς εὑρήσεως τοῦ σίτου τὴν δρῦν γεγενῆσθαι· βαλάνους γὰρ ἤσθιον οἱ παλαιοὶ ἀντὶ σίτου. ὁ δὲ Ἐλπιδιανὸς ἐν τῷ περὶ ἑορτῶν στρήναν τὴν ὑγείαν τῇ Σαβίνων φωνῇ λέγεσθαί φησι, δι' ἣν φύλλα δάφνης ἐπεδίδοτο τοῖς ἄρχουσι παρὰ τοῦ δήμου τῇ πρώτῃ τοῦ Ἰανουαρίου μηνός· ὑγείας γάρ ἐστιν ἐργαστική. οὐδὲ γὰρ ἱερὰ νόσος ἢ δαίμων βαρὺς ἐνοχλήσει τῷ τόπῳ ἐν ᾧ δάφνη ἐστίν, ὥσπερ οὐδὲ κεραυνὸς ὅπου συκῆ, ἀλλὰ καὶ σκεδαστικὴ φασμάτων ἐστί· ταύτῃ τοι καὶ οἱ δι' ὀνείρων θείας τυχεῖν ἐπιφανείας ἱμειρόμενοι ἰσχάδων καὶ μόνων μεταλαμβάνουσιν. ἐπεὶ δὲ καὶ φύλλα δάφνης μετὰ τῶν ἰσχάδων συνεπεδίδοντο, ἐπεκράτησε μέχρι καὶ νῦν ἡ συνήθεια, ἐν τοῖς ἀγγείοις τῶν ἰσχάδων καὶ φύλλα δάφνης ἐμβάλλεσθαι. διέμεινε δὲ ὅμως τὸ ἔθος ἐκ μόνης εὐπορίας ἐναλλαγέν· ἀντὶ μὲν γὰρ ἰσχάδων ἐπιδίδωσι πόπανα, ἀντὶ δὲ τῶν φύλλων χρυσίον. πλακοῦντας δὲ Ῥωμαῖοι τὰ ἐκ μέλιτος πόπανα καλοῦσι διὰ τὸ ἐν Πλακεντίᾳ τῇ πόλει τῆς Ἰταλίας πρῶτον ἐξ Ἑλλήνων ἢ μᾶλλον ἐκ Σαμίων τὴν τοιαύτην ἐδωδὴν παρελθεῖν, καὶ διὰ τοῦτο οὕτως λέγεσθαι, ὡς Ταραντῖνα ἀπὸ Τάραντος καὶ Κανουβικὰ ἀπὸ Κανούβου καὶ Κοπτὰ ἀπὸ Κοπτοῦ. Σάμιος δέ τις πρῶτος μέλιτι φυράσας ἄρτον κατεσκεύασε ∆ίων καὶ τὴν λεγομένην σίσαμον ἐξεῦρεν ἐν τῇ Σάμῳ· ὅθεν καὶ συγγενὲς προσηγορίᾳ τοῦ καρποῦ τὸ χωρίον. 4.5 Ἐδέχοντο δὲ ἐπὶ τῆς Ῥώμης οἱ αὐτοκράτορες φιλήματι τοὺς ἄρχοντας πρὸς τιμὴν ἐλευθερίας, ἀπελαθέντων τῶν τυράννων διὰ Βρούτου τοῦ Ῥωμαίων ὑπάτου. 4.6 Ὅτι ἱερὸν κατὰ τὸν Ἰάμβλιχον ὁ δράκων ἐστί· λέγει γὰρ ὧδε· «θεῖον τὸ τοῦ δράκοντος ζῶον, πνευματικώτατον πάντων ἑρπετῶν καὶ πυρῶδες· παρ' ὃ καὶ τάχος αὐτῷ ἀνυπέρβλητον διὰ τοῦ πνεύματος, χωρὶς ποδῶν καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν ἐκτός, δι' ὧν τὰ λοιπὰ ζῶα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ καὶ κατὰ τὴν πορείαν ἑλικοειδεῖς ἔχει τὰς ὁρμὰς ἐφ' ὃ βούλεται τάχος. πολυχρονιώτατος δέ ἐστι, καὶ οὐ μόνον ἐκδυόμενος τὸ γῆρας νεάζει, ἀλλὰ καὶ αὔξησιν ἐπιδέχεσθαι μείζονα πέφυκε, καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ, εἰς ἑαυτὸν ἀναλίσκεται. διὸ καὶ ἱεροῖς τοῦτο τὸ ζῶον καὶ μυστηρίοις συμπαρείληπται.» ὀξύτατα δὲ πάντων βλέπει, ὅθεν καὶ δράκων ὠνόμασται. 4.7 Ἐν ταύτῃ τῇ ἡμέρᾳ Τραιανὸς τῇ πάντων Τύχῃ καθιέρωσε ναόν, θεσπίσας κατὰ τὸν ἱερὸν νόμον, μηδένα παρὰ τὸν θύσαντα γεύεσθαι τῆς θυσίας. ὅτι οὐδαμοῦ τοῦ τῆς Τύχης ὀνόματος Ὅμηρος μέμνηται, Ἡσίοδος μέντοι. Εἱμαρμένη οἱονεὶ εἰρομένη διὰ τὸ χρόνου δεῖσθαι καὶ διαστάσεως, ἵνα ὁ εἱρμὸς τῶν ὑποκειμένων σώζηται. ὅτι τὸ τῆς Τύχης καὶ Εἱμαρμένης ἐπὶ τῆς γενέσεως προβέβληται ὄνομα· καὶ μάρτυς Ἑρμῆς ἐν τῷ καλουμένῳ τελείῳ λόγῳ οὕτως εἰπών· «αἱ καλούμεναι ἑπτὰ σφαῖραι ἔχουσιν ἀρχὴν τὴν