1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

24

αὐτοῦ μεταλλευθεὶς σίδηρος οὐδὲν ἧττον τὸν ἐξ ἄλλης ὕλης μεταλλευθέντα σίδηρον εἰς ὃ κινεῖται μεταφέρει, πλὴν εἰ μὴ χυλῷ κρομμύων ἀλιφῇ, ὡς τοῖς φυσικοῖς δοκεῖ. αὖθις δὲ τραγείῳ αἵματι χριόμενος ὁ μάγνης τὴν ἑλκτικὴν ἀναδέχεται δύναμιν. 4.14 Ἡ γένεσις τοῦ πιπέρεως κατὰ τοὺς παλαιοὺς καὶ Κτησίαν τὸν Κνίδιον τοιαύτη· ἔθνος ἐστὶ κατὰ τὴν Ἀζούμην, Βησσάδαι τοὔνομα, σώμασι σμικροῖς καὶ ἀδρανεστάτοις κεχρημένοι, κεφαλαῖς μεγάλαις καὶ ἀκάρτοις καὶ παρὰ τὴν Ἰνδῶν φύσιν ἁπλόθριξιν· σπηλαίοις δὲ ἐνοικοῦσιν ὑπογείοις καὶ κρημνοβατεῖν ἐπιστάμενοι διὰ τὴν τοῦ τόπου συντροφίαν. οὗτοι ἀπὸ δενδρυφίων κολοβῶν ταῖς θάμνοις παραφυομένων τὸ πέπερι δρεπόμενοι συνάγουσιν. ὁ δὲ Μάξιμός φησι· «φυτόν ἐστι ἐν τῇ Ἰνδίᾳ πρῶτον μὲν ἀνάκανθον, φυτουργούμενον δὲ ὡς ἄμπελος ἀναδενδρὰς ἢ ὑπὸ χάρακα, φέρει δὲ τὸν καρπὸν βοτρυώδη ὡς τερέβινθος, ἔχει δὲ φύλλον κισσῶδες ὑπόμακρον· φυτευόμενον δὲ τριετὲς ἄρχεται καρποφορεῖν, θνήσκει δὲ ὀκταετές· τρυγηθὲν δὲ οὐ φρυγόμενον μελαίνεται, ἀλλ' ἐκ τοῦ ἐν τῷ ἡλίῳ διατίθεσθαι· ὅθεν συμβαίνει τὸ σκιόψυκτον λευκὸν διαμένειν. 4.15 Ὅτι ποντίφικες οἱ ἀρχιερεῖς παρὰ Ῥωμαίοις ἐλέγοντο, καθάπερ ἐν Ἀθήναις τὸ πάλαι γεφυραῖοι πάντες οἱ περὶ τὰ πάτρια ἱερὰ ἐξηγηταὶ καὶ ἀρχιερεῖς- διοικηταὶ τῶν ὅλων-ὠνομάζοντο, διὰ τὸ ἐπὶ τῆς γεφύρας τοῦ Σπερχειοῦ ποταμοῦ ἱερατεύειν τῷ Παλλαδίῳ. πόντην γὰρ οἱ Ῥωμαῖοι τὴν γέφυραν καλοῦσι, καὶ ποντίλια τὰ γεφυραῖα ξύλα. ὅθεν καὶ πραξιεργίαι δῆθεν ἐκαλοῦντο ὡσανεὶ τελεσταί. τοῦτο γὰρ σημαίνει τὸ πόντιφεξ ἀπὸ τοῦ δυνατοῦ ἐν ἔργοις. 4.16 Τῇ πρὸ δέκα ὀκτὼ Καλενδῶν Φεβρουαρίων ἀνεμομαχίαν ὁ Βάρρων λέγει γίνεσθαι, ∆ημόκριτος δὲ τὸν λίβα μετὰ ὄμβρου φησὶ γίνεσθαι. 4.17 Οἱ φιλόσοφοί φασι ∆ιοσκόρους εἶναι τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἡμισφαίριον· τελευτῶσι δὲ ἀμοιβαδὸν μυθικῶς, οἱονεὶ ὑπὸ τοὺς ἀντίποδας ἐξ ἀμοιβῆς φερόμενοι. οἱ δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν ἐμύθευσαν τοὺς ∆ιοσκόρους, τὸν μὲν αἰῶνα, ὥσπερ μονάδα, τὴν δὲ φύσιν, ὡς δυάδα, καλέσαντες· ἐκ γὰρ μονάδος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμός. ἰστέον δὲ κατὰ ταύτην τὴν ἡμέραν τοὺς ἐρίφους δύεσθαι καὶ τροπὴν γίνεσθαι κατὰ Φίλιππον. 4.18 Πρὸ δεκαπέντε Καλενδῶν Φεβρουαρίων ὁ ∆ημόκριτος λέγει δύεσθαι τὸν δελφῖνα καὶ τροπὴν ὡς ἐπὶ πολὺ γίνεσθαι. πρὸ δεκατριῶν Καλενδῶν Φεβρουαρίων ὁ μὲν Εὐκτήμων τὸν καρκῖνον δύεσθαι, ὁ δὲ Κάλλιππος τὸν ὑδροχόον ἀνίσχειν λέγει, ὃν ∆ευκαλίωνα Ἵππαρχος καλεῖ ... βήσσαις καὶ χαράδραις τῶν ὀρῶν. πρὸ δεκαδύο Καλενδῶν Φεβρουαρίων Εὔδοξος τὸν ὑδροχόον ἀνίσχειν λέγει. πρὸ δεκαμιᾶς Καλενδῶν Φεβρουαρίων τὸν ἥλιον ἐν ὑδροχόῳ γενέσθαι ὁ Καῖσαρ λέγει, ὁ δὲ Εὔδοξος ἀνίσχειν αὐτὸν καὶ βροχὰς σημαίνειν· τῇ δὲ πρὸ δέκα Καλενδῶν Φεβρουαρίων ὁ ∆ημόκριτος ἄνεμον λίβα πνεῦσαι λέγει. 4.19 Ὅτι Φάβιος ὁ βουλευτὴς κατεδικάσθη ὑπὸ τῆς βουλῆς, ὅτι παρὰ τὸν διωρισμένον τῷ νόμῳ ἄργυρον ἐδείκνυτο κεκτημένος. οὐδὲ γὰρ ἐφεῖτο παρὰ τὴν ἀξίαν κεκτῆσθαί τινι, ἀλλ' οὐδὲ σηρικῇ χρῆσθαι ἐσθῆτι τοῖς τυχοῦσι, κἂν εὔποροι εἶεν, μόνοις δὲ τοῖς πατρικίοις τοῦτο κατ' ἐξαίρετον ἀνενήνεκτο. 4.20 Τὸν ∆ομετιανὸν δεσπότην ἐκάλουν, ἀλλ' οὐ βασιλέα, διὰ τὸ τυραννικὸν αὐτοῦ. 4.21 Τὴν Ἥραν ἔνιοι τῶν φυσικῶν τὸ ὕδωρ εἶναι ἀξιοῦσι, τὸν δὲ ∆ία τὸ πῦρ· μίξει δὲ ὑγρότητος καὶ θερμότητος τίκτεσθαι τοὺς καρπούς. ἀλλὰ καὶ Σελήνην αὐτὴν θεολογοῦσιν, οἷα ἐπὶ τῆς ὑγρᾶς οὐσίας τεταγμένην, καὶ τὸν Ἄρεα ἐξ αὐτῆς τεχθῆναι