1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

29

τὸ τοῦ καιροῦ προσεχὲς συνάπτεσθαι δοκοῦσι, μετὰ γὰρ χειμῶνα τὸ ἔαρ ἀναφέρεται. θεραπεύεται δὲ ὁ Ἄρης ἤχοις ὅπλων καὶ σάλπιγξι, καὶ διὰ τοῦτο αὐτῷ τὴν πρώτην ἑορτὴν ἐπετέλουν οἱ Ῥωμαῖοι, καλοῦντες αὐτὴν Ἀρμιλούστριον οἱονεὶ καθαρμὸν ὅπλων, μὴ χείματος μὴ ἑτέρας τινὸς περιστάσεως εἰργούσης τὴν κίνησιν τῶν ὅπλων ἐπὶ τῷ τοῦ Ἄρεος πεδίῳ. ὄνομα δὲ αὐτῷ κατ' Αἰγυπτίους Πυρόεις, ὅθεν καὶ Ξανθικὸς παρὰ Μακεδόσιν· Ἕλληνες δὲ αὐτόν, ὡς εἴρηται, Ἄρεα ἐκ τῶν πραγμάτων προσηγόρευον. οὐδὲ γὰρ ἄν τις εὕρῃ κυρίαν θεοῦ προσηγορίαν κατὰ τὸν Ἀπολλόδωρον, ἀλλ' οὐδὲ φύσεως γνώρισμα, ἐπεὶ νῦν μὲν ἄρρενας, νῦν δὲ θηλείας τὰς ἰδέας εἰσάγουσιν οἱ φιλοσοφοῦντες· ἀλλ' ἐκ τῶν ἀποτελεσμάτων ὀνομασίας αὐτοῖς ἔθεντο, ἄρρενας μὲν θεοὺς τὰς δημιουργικὰς δυνάμεις, θηλείας δὲ τὰς ζωογόνους εἰσάγοντες. 4.35 Ὅτι ἀγαθὸς μάλιστα ὁ Ἄρεος ἀστὴρ καὶ ὁ τοῦ Κρόνου, εἴγε ἀγαθὰ πάντα καὶ φλαῦρον οὐδὲν κατὰ Πλάτωνα, ἀλλὰ τὴν τούτων θειότητα τὰ ὑπὸ σελήνην μὴ φέροντα φθείρεται, ὥς φησιν Ἰάμβλιχος. ὅτι κακοποιὸν τὸν Ἄρην οἱ ἀστρολόγοι φασίν, οὐχ ὅτι τοιοῦτος τὴν φύσιν, ἀλλ' ἐπειδὴ κατιούσαις ταῖς ψυχαῖς ἐπὶ τὴν γένεσιν τῷ τῆς δίκης νόμῳ παρέπεται, κατ' ἀξίαν πράττων ἐπ' αὐταῖς τὰ δίκαια· ἀγαθὸς δὲ ἄρα ὁ τῇ δίκῃ συμμαχῶν. ὅτι πρὸς τοῦ ∆ιαδόχου Πρόκλου ἔστι μαθεῖν, ὅτι οὐκ ἐν ὑπάρξει οὐδὲ οὐσίᾳ τὸ κακόν, λέγοντος ὅτι οὐδὲ εἶναι τὸ κακόν ἐστι δυνατόν, μήτε ἐναντίον φανταζόμενον ὡς ἀγαθόν. ὅτι τοῦ ἀγαθοῦ ἕνεκα καὶ αὐτὸ τὸ κακόν· ἀλλὰ πάντα γε ἕνεκα τοῦ ἀγαθοῦ· καὶ τὸ θεῖον ἀναίτιον τοῦ κακοῦ· οὐ γὰρ τὸ κακὸν εἴη κακὸν ἐκεῖθεν, ἀλλ' ἐξ ἄλλων αἰτίων, καὶ οἷς τὸ γεννᾶν οὐ κατὰ δύναμιν ἀλλὰ κατ' ἀσθένειαν ὑπάρχει· διό μοι δοκεῖ καὶ ὁ Πλάτων περὶ τὸν πάντων βασιλέα τὰ πάντα θέμενος, καὶ αὐτὸ διδοὺς εἶναι τὸ κακὸν ὥσπερ ἀγαθὸν φανταζόμενον· εἰ γὰρ αὐτὸ τῶν ὄντων ἐστίν, οὕτω τε ἂν αὐτὸ ἁπάντων αἴ τιον προσειπεῖν χρεών· καὶ οὐχ ἁπλῶς ἁπάντων οὐδὲ τῶν κακῶν, ἀλλὰ καὶ τούτων ἀναίτιον καὶ παντὸς τοῦ ὄντος αἴτιον· ὥστε οὐ ποιοῦσιν οἱ θεοὶ τὸ κακόν, ἀλλ' ὡς ἀγαθόν, καὶ ἀναιροῦσιν αὐτὸ ὡς κακόν. ὅρος γάρ ἐστι κακοῦ οὐκ οὐσία ζῶσα καὶ ἔμψυχος ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν διὰ τὴν τοῦ καλοῦ ἀπόπτωσιν ταῖς ῥᾳθυμίαις ἐγγινομένη. λάβοι οὖν ἄν τις εὐσεβῶς καὶ τοὺς λεγομένους κακοποιοὺς τῶν πλανήτων, οὐκ ὄντας μὲν τοιούτους τὴν φύσιν, συντελοῦντας δὲ εἰς τὴν τοῦ παντὸς διοίκησιν· εἰ γὰρ ψύχει μὲν ὁ Κρόνος, ὁ δὲ Ἄρης θερμαίνει, ἄρα συντελοῦσι τῇ γενέσει, καὶ καθ' ἑαυτὰ μὲν φθαρτικά ἐστι, κιρνώμενα δὲ σωτήρια. 4.36 Ὅτι ὁ Πτολεμαῖος ἐν τῇ ἁρμονικῇ· ὡρισμένοι, φησίν, εἰσὶν οἱ ἀριθμοί, δι' ὧν ἐν πᾶσι τοῖς πρὸς ἄλληλα συμβαίνουσι καὶ ἁρμοζομένοις ὁμολόγος γίνεται συμφωνία· καὶ οὐδ' ὁτιοῦν δύναταί τινι, εἰ μὴ διὰ τούτων τῶν ἀριθμῶν συνελθεῖν. εἰσὶ δ' οὗτοι· ἐπίτριτος ἡμιόλιος σπονδεῖος διπλάσιος τριπλάσιος τετραπλάσιος. 4.37 Ὅτι τὸ μὲν αἰσθητὸν ἐξ ἡλίου, τὸ δὲ φυσικὸν ἐκ τῆς σεληνιακῆς σφαίρας πρὸς ἡμᾶς παραγίνεται, καὶ τῇ τῶν φώτων ἑκατέρων εὐποιΐᾳ κατ' ἐξαίρετον ἥδε συνέστηκεν ἡμῖν ἡ ζωὴ ἢ μέντοι ἡμετέρα ἀναστροφὴ καὶ αἱ τῶν πράξεων προκοπαὶ τοῦτο μὲν πρὸς τὰ δύο ταυτὶ φῶτα, τοῦτο δὲ καὶ πρὸς τοὺς πέντε πλάνητας ἀναφέρονται· ἀλλὰ τούτων τῶν ἀστέρων ἄλλους μὲν ἡ μεσιτεία τῶν ἀνωτέρω μνημονευθέντων ἀριθμῶν καλῶς μετὰ τῶν φώτων ἑνοῖ καὶ συνάπτει. ἄλλος δὲ οὐδεὶς ἀριθμοῦ σύνδεσμος συμβιβάζει μετὰ τῶν φώτων· οὐκοῦν οἱ μὲν τῆς Ἀφροδίτης καὶ τοῦ ∆ιὸς ἀστέρες διὰ τούτων τῶν ἀριθμῶν ἑκατέρῳ τῶν φώτων συνάπτονται, ἀλλ' ὁ μὲν τοῦ ∆ιὸς τῷ ἡλίῳ διὰ πάντων, τῇ δὲ σελήνῃ διὰ πλειόνων, ὁ δὲ τῆς Ἀφροδίτης τῇ μὲν σελήνῃ διὰ πάντων, τῷ δ' ἡλίῳ διὰ πλειόνων ἁρμόζεται ἀριθμῶν. ἐντεῦθεν εἰ καὶ τὰ μάλιστα τούτων ἑκάτερον ἀγαθοποιόν, ὁ τοῦ ∆ιὸς ὅμως ἀστὴρ σὺν ἡλίῳ λυσιτελέστερός