1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

19

Ἰουνίου μηνὸς, εἰς ἀρχὴν ἔτους παρέδοσαν. ἀλλὰ τούτοις μὲν καὶ τοῖς ἄλλοις ἅπασιν ἔθνεσι μία τις ἐφυλάττετο τοῦ ἐνιαυτοῦ καταρχή, τοῖς δὲ Ῥωμαίοις τρεῖς· μία μὲν ἱερατική, ἑτέρα δὲ πάτριος, ἡ δὲ ἄλλη, κυκλικὴ καὶ πολιτική. καὶ ἱερατικὴ μὲν κατὰ τὸν Ἰανουάριον, ὅταν ὁ ἥλιος τὸν αἰγόκερων παριὼν αὔξησιν ποιῆται τῆς ἡμέρας· πάτριος δὲ ἡ παρ' αὐτοῖς λεγομένη πρώτη τοῦ Μαρτίου μηνός, καθ' ἣν καὶ τὰ ὅπλα ἔτι καὶ νῦν Ῥωμαίοις ἔθος κινεῖν. ἡ δὲ πολιτικὴ ἢ μᾶλλον κυκλικὴ ἡ πρώτη τοῦ Σεπτεμβρίου μηνός, ἣν Ἕλληνες μὲν ἐπινέμησιν, αὐτοὶ δὲ ἰνδικτιῶνα καλοῦσιν· ἰνδικτιῶνα γὰρ οἱ Ῥωμαῖοι τὸ μήνυμα τοῦ ἐνιαυσιαίου κύκλου πατρίως καλοῦσιν. τῆς γὰρ ἀρχαιότητος τὸν κύκλον ἐχούσης εἰς τὸ λεγόμενον παρ' αὐτοῖς λοῦστρον, τουτέστιν εἰς τὴν πενταετηρίδα-καθαρμὸς δὲ ἦν καὶ μυστήρια Μητρὸς κατ' αὐτὸν ἐτελεῖτο-ἔδοξεν ὕστερον πρὸς τιμὴν Ἄρεος-πάτριος δὲ Ῥωμαίοις, ὥς φασι, θεός-παρὰ πεντεκαιδέκατον ἐνιαυτὸν ἀνανεοῦσθαι τὸν κύκλον. ἡ γὰρ τελεία ἀποκατάστασις Ἄρεος διχῶς παραφυλάττεται, μικρὰ μὲν πεντεκαίδεκα, μέση δὲ ἑβδομήκοντα ἐννέα. ὅτι δὲ πάτριον ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον οἱ Ῥωμαῖοι παρέλαβον, δῆλον καὶ ἀπὸ τοῦ τὰς λεγομένας παρ' αὐτοῖς ματρώνας, τουτέστι τὰς εὐγενίδας, τοὺς οἰκέτας ἑστιᾶν, καθάπερ ἐν τοῖς Κρονίοις τουτὶ πράττειν ἔθος ἦν τοὺς κεκτημένους· ὧν αἱ μὲν δι' Ἄρεος τιμὴν δουλεύουσι τοῖς ἄρρεσι τῶν οἰκετῶν διὰ τὴν κρείττονα φύσιν, οἱ δὲ- ἀποτρόπαιον ὥσπερ θεραπείαν εἰσάγοντες τῷ Κρόνῳ- τοῖς ἑαυτῶν δούλοις ἐδούλευον, ὅπως μὴ ταῖς ἀληθείαις νεμεσητόν τι παθόντες εἰς δουλείαν πολεμίων καταπέσωσιν. 3.23 Ἐπινέμησιν δὲ αὐτὴν Ἕλληνες ἐκ τοῦ πράγματος ὠνόμασαν. ἐπὶ γὰρ ζυγῷ γενόμενος ὁ ἥλιος δείκνυσι τὴν τῶν καρπῶν ποιότητα· κατ' αὐτὴν δὲ φιλανθρώπως οἱ πάλαι τοὺς φόρους τοῖς ὑπηκόοις ἐπένεμον, ὡς μὴ παρὰ τὴν τούτων ἐπίδοσιν ἀσεβῶς δοκοῖεν βαρύνεσθαι οἱ φορολογούμενοι. εἰκότως οὖν αὐτὴν ἐπινέμησιν οἱονεὶ διανομήν τινα τῶν δασμῶν ἐκάλεσαν. οὐ γὰρ ἦν οὕτως ἀδυσώπητος ἡ τῶν φόρων εἴσπραξις οὐδ' ὡρισμένη τις ἢ μᾶλλον αὐξομένη κατὰ μικρόν, ἀλλὰ πρὸς τὸ χρειῶδες τῶν ἀνακυπτόντων τοῖς κρατοῦσιν ἐγένετο. ταύτῃ καὶ ἐπιτάγματα τοὺς φόρους ἔτι καὶ νῦν Ἀσιανοὶ καλοῦσιν. ὅθεν ἐπ' εἰρήνης ἐναπονεμόντων ἐπὶ πλεῖστον καὶ τὸ λοιπὸν συγχωρουμένων τοῖς συντελέσι τῶν φόρων, τοιαῦτα ταῖς πόλεσι περιγέγονε θαυμαστά, λουτρὰ λέγω καὶ ἀγοραὶ καὶ ὑδάτων ὁλκοὶ ἄπειρον εὐδαιμονίαν τῶν οἰκητόρων κηρύττοντες. 4.t LIBER QUARTUS. 4.1 Ἰανουάριος. Ἀποχρώντως ἡμῖν εἴρηται, ἀρχὴν ἱερατικοῦ ἐνιαυτοῦ τὸν Ἰανουάριον μῆνα τοῖς Ῥωμαίοις παρὰ τοῦ βασιλέως Νουμᾶ ὁρισθῆναι, καθ' ὃν τοῖς ὑπὲρ σελήνην ἐνήγιζον, ὥσπερ ἐν τῷ Φεβρουαρίῳ τοῖς ὑπ' αὐτήν. ῥητέον τοίνυν περὶ Ἰανοῦ, τίς τε ἄρα ἐστὶ καὶ τίς ἡ περὶ αὐτοῦ δόξα γέγονε τοῖς ἀρχαίοις. ὁ Λαβεὼν οὖν φησιν αὐτὸν καλεῖσθαι Ἰανὸν Κονσίβιον τουτέστι βουλαῖον, Ἰανὸν Κήνουλον καὶ Κιβούλλιον-οἱ γὰρ Ῥωμαῖοι κίβους τὴν τροφὴν ἐκάλουν-οἷον εὐωχιαστικόν, Πατρίκιον ὡσεὶ αὐτόχθονα, Κλουσίβιον ἀντὶ τοῦ ὁδιαῖον, Ἰουνώνιον τουτέστιν ἀέριον, Κυρῖνον ὡσανεὶ πρόμαχον, Πατούλκιον καὶ Κλούσιον οἱονεὶ θυρεόν, Κουριάτιον οἱονεὶ ἔφορον εὐγενῶν· Κουριάτιοι γὰρ καὶ Ὁράτιοι ὀνόματα εὐπατριδῶν εἰσι. καὶ οἱ μὲν δίμορφον αὐτὸν μυθο λογοῦσι, νῦν μὲν κλεῖς τῇ δεξιᾷ φέροντα ὡσανεὶ θυρεόν, νῦν δὲ τῇ μὲν δεξιᾷ τριακοσίας τῇ δὲ ἑτέρᾳ ἑξήκοντα πέντε ψήφους ἀριθμοῦντα ὥσπερ τὸν ἐνιαυτόν. ἔνθεν καὶ τετράμορφον ἀπὸ τῶν τεσσάρων τροπῶν· καὶ τοιοῦτον αὐτοῦ ἄγαλμα ἐν τῷ φόρῳ τοῦ Νερβᾶ ἔτι καὶ νῦν λέγεται σεσωσμένον. Λογγῖνος δὲ Αἰωνάριον αὐτὸν