1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

54

προσηγορεύθη. 4.154 ..........ος ἁρμονίας διειλημμένης ....... .........ους φρ........ πάντα καὶ φρουρεῖται .... ...................... τὸ Φαέθοντος πάθος καὶ τὰ ἐπὶ ∆ευκαλίωνος τοῦ ὕδατος δράματα ἰδέαν τινὰ αἰνίττεται τῶν ἐπὶ τοῖς ὅλοις δεδογμένων παθῶν. οἱ δὲ Φοίνικες κατὰ τὸν τῆς ὁμωνυμίας τρόπον, εἴτε κατά τινα ἀλληγορίαν ἄλλως πως περὶ Κρόνου ἔχουσιν, ὡς ἐκ τῆς δευτέρας τῶν Φοινικικῶν τοῦ Ἑρεννίου Φίλωνος ἔστι λαβεῖν. καὶ βασιλεῦσαι δὲ αὐτὸν ἡ ἱστορία παραδίδωσιν, ὡς ἔμπροσθεν ἀφηγησάμην, κατά τε τὴν Λιβύην καὶ Σικελίαν καὶ τοὺς ἑσπερίους τόπους καὶ πόλιν κτίσαι, ὡς ὁ Χάραξ φησί, τὴν τότε μὲν λεγομένην Κρονίαν, νῦν δὲ Ἱερὰν πόλιν, ὡς Ἰσίγονος περὶ Παλικῶν θεῶν καὶ Πολέμων καὶ Αἰσχύλος ἐν τῇ Αἴτνῃ παραδιδόασιν ἢ ὡς πᾶσα ἡ ἱστορία κατὰ τὸν Εὐήμερον ποικίλλεται, σοφῶς τὴν τῶν λεγομένων θεῶν ὑπογράφουσα θεωρίαν .............. ἀποκρύπτει ·τ......ον..τοδαπ.εσοντα θεῖα· ὥστε καὶ καλῶς ὁ Π......... ἐν τῷ περὶ ∆ιονύσου φησί, τοὺς δικαίους τῶν βασιλέων καὶ ἱερέων ταῖς ἴσαις τιμαῖς μὲν ὑπ' αὐτῶν τῶν θεῶν καὶ προσηγορίαις τιμηθῆναι καὶ ταύτῃ μὲν θεοὺς κληθῆναι μυθικῶς, τὴν δὲ ἱστορίαν πεπλασμένως παραδεδόσθαι. εἰσὶ δὲ οἵ φασι τὸν Κρόνον ἢ κατὰ ἀντιστοίχειαν τὸν Χρόνον Οὐρανοῦ εἶναι παῖδα· καὶ γὰρ ἐκ τῆς οὐρανοῦ κινήσεως ὁ χρόνος. ἐν δὲ τῷ κατ' αὐτὸν ἱερῷ, ὥς φησι Φύλαρχος ἐν τῇ ἑπτακαιδεκάτῃ καὶ Μένανδρος γε τῇ πρώτῃ, οὔτε γυνὴ οὔτε κύων οὔτε μυῖα εἰσῄει. τοιαῦτα μὲν οὖν τοῖς ἔξωθεν εἴρηται· ὁ δὲ ἱερὸς λόγος-αὐτοῖς γὰρ τοῖς τοῦ μεγάλου Πρόκλου χρησόμεθα ῥήμασι-πρὸς λέξιν οὕτως λέγει· «ὁ δὲ δὴ Κρόνος τέταρτος ὢν καὶ βίᾳ δέχεται τὸ τοῦ πατρὸς σκῆπτρον καὶ παραδίδωσι τῷ παιδὶ βιασθείς, κατὰ τὸ τοῦ μύθου πρόσχημα· τὸ δὲ αἴτιον τῆς τοιαύτης διασκευῆς οἱ μυθικοὶ δοκοῦσιν ἀπὸ τῆς ἰδιότητος τοῦ θεοῦ λαβεῖν· ἐπειδὴ γὰρ τῆς Τιτανικῆς ἡγεῖται διακοσμήσεως παρὰ τὸ διαιρετικὸν καὶ τῶν νοερῶν τὸ ἀκρότατον, ἐν οἷς ἑτερότης ἐξέλαμψε· διὰ δὲ ταῦτα καὶ λαμβάνειν αὐτόν φασι καὶ διδόναι τὴν βασιλείαν, οἷον μαχητικῶς καὶ βιαίως τὴν δύναμιν τὴν ἐρίζουσαν τὰ δεύτερα τοῖς πρώτοις ἐπάγειν. δυσμενὲς γὰρ ὄντως ἐστὶ καὶ δυσκοινώνητον τὸ τῆς ἑτερότητος γένος, ὡς ὁ Πλάτωνος λόγος· ὅθεν δὴ καὶ διακρίνειν λέγεται ἑαυτὸν ὁ υἱὸς τοῦ πατρός, καὶ καταλαμβάνειν αὖθις τὴν ἀρχὴν ὁ υἱὸς, τὴν πρὸς ἑκάτερον ὁμόνοιαν διὰ τὴν ἰδιότητα τὴν Τιτανικὴν καταβιασάμενος.» τοιαῦτα μὲν καὶ αὐτὸς ἐπὶ τῆς τῶν ἱερῶν μύθων ἀναπτύξεως. κατὰ δὲ τὴν νεομηνίαν τοῦ μηνὸς ἀπέχοντες κράμβης ηὔχοντο Ποσειδῶνι καὶ Ἀφροδίτῃ καὶ Ἀμφιτρίτῃ, προσέτι δὲ αἱ δυνάμεις τῷ Κρόνῳ ὑπὲρ τοῦ ἐσομένου χειμῶνος· ὁμοίως δὲ καὶ Τύχῃ ἐφόρῳ, Σωφροσύνῃ καὶ Ἔρωτι, ὃν οἱ μυθικοὶ Ζεφύρου τοῦ γίγαντος εἶναι παῖδα ἀξιοῦσιν, ὥς φησιν Εὔρυτος ὁ Λακεδαιμόνιος ὁ μελοποιός· ἄρχεται δὲ οὕτως· «ἀγαλμοειδὲς Ἔρως»· ὁ δὲ Πλάτων ἐν συμποσίῳ φησὶν τοῖς τῆς Ἀφροδίτης γενεθλίοις τὴν Πενίαν προσαιτοῦσαν ἀνελθεῖν καὶ λάθρᾳ τῷ Πόρῳ μεθυσθέντι τοῦ νέκταρος ἐπιβουλεῦσαι, καὶ οὕτως κυηθῆναι τὸν Ἔρωτα· ὅθεν Μωυσῆς ὁ πολὺς περὶ τῆς ἀνθρωπογονίας ἀλληγορεῖ. κατὰ ταύτην τὴν ἡμέραν δύεσθαι τὰς ὑάδας καὶ τὸ λοιπὸν χειμῶνα ὁ Βάρρων λέγει. 4.155 Κατὰ δὲ τὴν ἑξῆς ὁ Εὔδοξος τὸν τοξότην ἀνίσχειν καὶ χειμῶνα προλέγει· ἐπετέλουν δὲ καὶ ἑορτὴν λεγομένην Ἀγωνάλια δαφνηφόρῳ καὶ γενάρχῃ Ἡλίῳ, ὥσπερ Ἀθήνησιν ἡ ἐπὶ τοῖς δαφνηφορίοις τελετή. ἐν ταύτῃ καὶ ἡ λεγομένη παρ' αὐτῶν Σεπτιμούνδιος ἑορτὴ ἐπετελεῖτο, τουτέστιν ἡ περίοδος τῆς πόλεως, ὅτι ἐπὶ ἑπτὰ λόφους τὰ τείχη τῆς Ῥώμης ἐκτέταται. ὀνόματα δὲ τούτων· Παλάτιον Ἐσκύλιον Ταρπήϊον Ἀβεντῖνον Τιβούρτιον Πραινέστιον Βιμινάλιον. παρὰ δὲ τοῖς ἀρχαίοις ἑτέρως οὕτως· Ἀβεντῖνος Καίλιος Ἐσκύλιος Καπιτωλῖνος Βελινήνσιος Κυρινάλιος Παλατῖνος. 4.156 Τῇ