1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

7

τοῦ Ἄρεος τὸν ο, καὶ Σελήνη τὸν υ, ὅ γε μὴν τοῦ ∆ιὸς ἀστὴρ τὸν ω ῥυθμὸν ἀποτελοῦσιν· ὁ δὲ ἦχος τῶν ῥυθμῶν ὡς ἡμᾶς οὐκ ἀφικνεῖται διὰ τὴν ἀπόστασιν. 2.4 Ὅτι οἱ περὶ Ζωροάστρην καὶ Ὑστάσπην Χαλδαῖοι καὶ Αἰγύπτιοι ἀπὸ τοῦ ἀριθμοῦ τῶν πλανήτων ἐν ἑβδομάδι τὰς ἡμέρας ἀνέλαβον. καὶ τὴν μὲν πρώτην ἡμέραν μίαν ἐκ τῆς μονάδος, ἀλλ' οὐ πρώτην ἐκ τῆς ἑβδομάδος κλητέαν κατὰ τοὺς Πυθαγορείους διὰ τὸ μόνην εἶναι καὶ ἀκοινώνητον ταῖς ἄλλαις. πρώτη γὰρ λέγεται ἡ πρωτεύουσα τῶν μετ' αὐτήν, ἡ δὲ μονὰς ἀμερὴς καὶ ἀμετάβολος καὶ αὐτοκίνητος καὶ ὡσαύτως ἔχουσα· ὑπὲρ ἀριθμὸν γάρ ἐστιν· ὥστε οὐκ ἄν τις αὐτὴν καλέσοι πρώτην, ἀλλὰ μίαν· οὐδὲ γὰρ ἐπὶ ἄρτιον οὐδὲ ἐπὶ τὸν περιττὸν οὔτ' ἐπ' ἄλλον τινὰ ἀριθμὸν μεθίσταται. δικαίως ἂν αὐτοῦ τὴν δύναμιν ἐπέχοι τοῦ νοῦ, ὅπερ ἐστιν ἀγαθόν τε καὶ περιττόν, ἴσον τε καὶ πεπερασμένον, καὶ φῶς καὶ εὐθὺ καὶ μόνιμον, ἄρρεν τε καὶ δεξιόν. νοῦς γάρ ἐστι, φησὶν ὁ μυστικὸς λόγος, οὐσιώδης ὁ ἅπαξ ἐπέκεινα μένων ἐν τῇ ἑαυτοῦ οὐσίᾳ καὶ πρὸς ἑαυτὸν συνεστραμμένος, ἑστώς τε καὶ μένων. ἀναφέρεται δὲ ἡ μονὰς εἰς Ἀπόλλωνα, τουτέστιν εἰς τὸν ἕνα Ἥλιον, ὃς Ἀπόλλων λέγεται διὰ τὸ ἄπωθεν εἴναι τῶν πολλῶν. καὶ Ῥωμαῖοι δὲ αὐτὸν Σόλεμ ἤτοι μόνον λέγουσι. 2.5 Πολλαῖς ὀνομασίαις καλεῖται ὁ Ἥλιος· Ἥλιος Ὧρος Ὄσιρις Ἄναξ ∆ιὸς υἱὸς Ἀπόλλ ὡρῶν καὶ καιρῶν ταμίης ἀνέμων τε καὶ ὄμβρων ἠοῦς καὶ νυκτὸς πολυαστέρος ἡνία νεύων. 2.6 Ὁ Πυθαγόρας τὴν μονάδα Ὑπεριονίδα καλεῖ διὰ τὸ πάντων ὑπερεῖναι τῇ οὐσίᾳ, ὥσπερ καὶ ὁ νοητὸς Ἥλιος ὑπὲρ τὰ ὄντα ἔχων τὸ εἴναι Ὑπεριονίδης κέκληται. ἀναφέρεται δὲ Ἥλιος εἰς μονάδα ὡς εἰκὼν ἐκείνης, οὐκ αὐτὸς ὢν ἡ μονάς, ἀλλὰ μὴν καὶ ἀκάμας, κάματος γὰρ ἐν τοῖς συνθέτοις· ἡ δὲ μονὰς ἁπλῆ καὶ ἄρρην, ὅτι δὴ γονιμωτάτη καὶ τῶν μετ' αὐτὴν αἰτία· καὶ ὅπως, συνιδεῖν εὔκολον· εἰ γάρ τις τὰ τέσσαρα καὶ εἴκοσι στοιχεῖα-τὰ γράμματα λέγω-εἰς ἀριθμοὺς συλλογίσεται, εὑρήσει τρισχιλίους ἐννακοσίους ἐννενήκοντα ἐννέα τοὺς πάντας, οἷς προστιθεμένης τῆς ἐν ἑξακισχιλιάδι μονάδος, εἰ πάντες συλλογισθήσονται, ἐννακισχίλιοι ἐννακόσιοι ἐννενήκοντα ἐννέα ἀριθμοί, μεθ' οὓς οὐδὲν παρὰ τὴν μονάδα λελείψεται. ὅθεν τὴν αὐτὴν ἐπέχει γραμμὴν ἡ μυριὰς τῇ μονάδι, ὡς ἀρχῆς αὐτῆς ἅμα καὶ πέρατος οὔσης τῶν ἀσωμάτων οὐσιῶν, ὧν εἰσι παραδείγματα οἱ ἀριθμοί. Ὀρφεὺς δὲ τὸν ἕνα ἀριθμὸν ἀγυιέα καλεῖ, τουτέστιν ἀμερῆ, οὐδὲν γὰρ τῶν μερῶν τοῦ ἀριθμοῦ περὶ αὐτόν, οὐχ ἡμιόλιον, οὐκ ἐπίτριτον· τέλειος ἐπεὶ ὅλος. ὅτι ἡ μονὰς οὕτως εἴρηται παρὰ τὸ μένειν ἐφ' ἑαυτῆς· μειουμένου γὰρ τοῦ πλήθους κατὰ τὴν ἀφαίρεσιν παντὸς ἀριθμοῦ στερηθεῖσα μόνη ἀμείωτος μένει. διαφέρει δὲ μονὰς ἑνὸς ᾗ διαφέρει ἀρχέτυπον εἰκόνος· παράδειγμα μὲν γὰρ ἡ μονάς, μίμημα δὲ τῆς μονάδος τὸ ἕν. ὅτι ἡ μονὰς ἐν τριάδι θεωρεῖται, δυνατὸν ἐκ τῶν ὑμναρίων λαβεῖν· πρὸς γὰρ τὸν ἅπαξ ἐπέκεινα ὁ Πρόκλος οὕτω· μονάδα γάρ σε τριοῦχον ἰδὼν ἐσεβάσσατο κόσμος. Τοσαῦτα μὲν περὶ τῆς μιᾶς, ἣν ὡς ἔφην πρώτην τὸ πλῆθος καλεῖ, ἣν κατ' αἴσθησιν Ἡλίῳ ἀνέθεντο, ταμίᾳ μὲν τοῦ παντὸς αἰσθητοῦ φωτός, δι' οὗ θερμαίνει τε ἅμα καὶ ἠρέμα ξηραίνει τὰ σώματα, ἑνὶ τῶν πλανήτων καθ' Ἕλληνας, κἂν εἰ Ζωροάστρης αὐτὸν πρὸ τῶν ἀπλανῶν τάττοι. 2.7 Τὴν δὲ δευτέραν ἡμέραν τῇ Σελήνῃ φαίνονται οἱ φυσικοὶ ἀναγράφοντες, ὑγραινούσῃ τε ἅμα καὶ μετρίως θερμαινούσῃ, τουτέστι τῇ τῆς ὕλης ἐφόρῳ· ὅθεν καὶ Ἄρτεμις λέγεται ἀπὸ τοῦ ἀρτίου καὶ ὑλικοῦ ἀριθμοῦ· τὸ γὰρ ἄρτιον μέσον διασπᾶται διαιρούμενον τοῦ ἑνός· μόνος δὲ ἀδιαίρετος ὁ περιττός. ὁ μὲν γὰρ ἄρρην ἀριθμὸς τετράγωνος, αὐγὴ καὶ φῶς, ἐξ ἰσότητος πλευρῶν συνεστώς, ὁ δὲ θῆλυς ἑτερομήκης, νύκτα καὶ σκότον ἔχων διὰ τὴν ἀνισότητα· ὁ δὲ ἑτερομήκης τὴν μὲν ἐλάττονα πλευρὰν