1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

44

οὐκ ἐπένθησεν. 4.92 Λαρινὸν τὸ λιπαρόν, ἐξ οὗ καὶ λάρδος. ἄλλοι δὲ ἄλλως φασί. 4.93 Θυγατέρας Ἀνάγκης τὰς Μοίρας φασί, Λάχεσιν τε καὶ Κλωθώ καὶ Ἄτροπον· καὶ Λάχεσιν μὲν τὰ παρελθόντα διοικεῖν, Κλωθὼ δὲ τὰ ἐνεστῶτα, Ἄτροπον δὲ τὰ μέλλοντα. 4.94 Τῇ πρὸ πέντε Εἰδῶν Ἰουνίων ἑορτὴ τῆς Ἑστίας. ἐν ταύτῃ τῇ ἡμέρᾳ ἑώρταζον οἱ ἀρτοποιοὶ διὰ τὸ τοὺς ἀρχαίους τὸν ἄρτον ἐν τοῖς ἱεροῖς τῆς Ἑστίας κατασκευάζειν· ὄνοι δὲ ἐστεφανωμένοι ἡγοῦντο τῆς πομπῆς, διὰ τὸ τούτοις ἀλεῖσθαι τὸν σῖτον. ὅτι οἱ μὲν φυσικοὶ τὴν Ἑστίαν βούλονται τὴν γῆν εἶναι ἀπὸ τοῦ ἑστάναι, οἱ δὲ θεολόγοι ταύτην εἶναι βούλονται τὴν λεγομένην ὀντότητα. καὶ μάρτυς ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης, λέγων Ἑστίαν εἶναι τὴν πηγαίαν οὐσίαν καὶ πᾶσι τοῦ εἶναι αἰτίαν, ἱδρυμένην ἐν τῷ πατρί· ὁ δὲ Πορφύριος μετὰ τὴν νοητὴν Ἑστίαν ἤτοι ὀντότητα βούλεται καὶ τὴν ἔφορον τῆς γῆς-χθόνα δὲ αὐτὴν καλοῦσι-ὁμωνύμως ἐκείνης Ἑστίαν εἶναι, λέγει δὲ οὕτω· «καὶ τὸ μὲν ἡγεμονικὸν τῆς θείας δυνάμεως Ἑστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ' ἑστίας ἵδρυται· καθ' ὃ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου.» οἱ δὲ Ῥωμαίων ἱεροφάνται οὐδὲν ἕτερον βούλονται εἶναι αὐτὴν ἢ μόνην τὴν γῆν. 4.95 Πρὸ τοῦ μεγάλου κατακλυσμοῦ τὴν Σικελίαν μὴ νῆσον εἶναί φασιν ὡς σήμερον ἀλλ' ἤπειρον γενέσθαι συνημμένην τῇ ὕστερον Ἰταλίᾳ, ἐκ δὲ τῆς φορᾶς τῶν ἐκ τῆς ἐπικλύσεως ῥευμάτων τῶν ῥιζῶν ἀποσπασθεῖσαν νῆσον ἀποκαταστῆναι, καὶ διὰ τοῦτο Ῥήγιον ἀπὸ τῆς ῥήξεως ὀνομασθῆναι τὸ πλευρὸν τῆς Ἰταλίας ἐκεῖνο, ἐξ οὗπερ ἀπέρρωγε. πρότερον δὲ Σικανία ἐλέγετο ἡ Σικελία. ἡ Ἰταλία ἐννέα ἐπαρχίας ἔσχε ταύτας· Καμπανίαν Ἀπουλίαν Θουσκίαν Καλαβρίαν Οὐμβρίαν ∆αλματίαν Λουκανίαν Βρεττίαν Σικελίαν. 4.96 .... πρὸς Προυσίαν τῆς Βιθυνίας βασιλέα. 4.97 Παρὰ τοῖς Πυθαγορείοις ἡ δυὰς ὡς θέσιν τινὰ καὶ ἐπιβάθραν τῷ ἀριθμῷ ἐπιδοῦσα ἐλευσίνη καλεῖται, ὡς προέλευσιν ἐπὶ τὸ πλεῖον καὶ ἄπειρον παρέχουσα. 4.98 Ὅτι ὁ Εὔδημός φησιν, ἐν Πέλταις τῆς Φρυγίας λίθον γενέσθαι ποτὲ τετράπεδον, ὃν δὴ νηνεμίας οὔσης τοὺς γεωργοὺς ὑποτιθέντας ξύλα στρογγύλα ἐξαίρειν καὶ ἀνέμους ποιεῖν· ἐφ' ὅσον δ' ἂν ἐξῃρέθη ὁ λίθος, ἐπὶ τοσοῦτο δὴ ἰσχυρῶς ἀνατείνειν τοὺς ἀνέ μους· καὶ πάλιν εἰς ἐπίπεδον τὸν λίθον τιθέναι καὶ νηνεμίαν γίνεσθαι. 4.99 Ὅτι τὰς συνετὰς διανοίας οἱ ποιηταὶ μελαίνας φασὶν οἷον βαθείας· τῷ γὰρ βάθει τὸ μέλαν ἕπεται· τοιγαροῦν ὁ Πίνδαρος λευκάς φησι φρένας τὰς μὴ συνετάς. 4.100 Φεῦ τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι· οἱ μὲν γὰρ εὖ πράσσουσι, τοῖς δὲ συμφοραὶ σκληραὶ πάρεισιν εὐσεβοῦσι πρὸς θεοῦ. τὴν τύχην Φορτοῦναν λέγουσιν οἱ Ῥωμαῖοι ἀπὸ τῆς φορᾶς .... ἔνθουν ὠφέλειαν. Ἀριστοτέλης· «εἰ ἔστιν ἀρετή, οὐκ ἔστι τύχη· ἄνω γὰρ καὶ κάτω τὰ τῆς τύχης ἐν τοῖς ἀνθρωπίνοις γυμνάζεται πράγμασι, πλούτῳ τε καὶ διαφερόντως ἀδικίᾳ. οἱ δὲ πρὸς ἀρετὴν ἔχοντες καὶ θεοῦ μεμνημένοι καὶ κρείττονας ἐπὶ τῶν μακαρίων καὶ ἀΰλων πραγμάτων ἐλπίδας σαλεύοντες καταφρονοῦσι τῶν τῇδε καλῶν». οὐδὲν γὰρ ἀσφαλὲς οὐδὲ κεκριμένον ἐστὶν ἐπὶ τῆς τύχης, ὡς Εὐριπίδης φησί. χείρους οἱ τοῦ πλούτου παρὰ μέτρον ἐφιέμενοι· πλοῦτος γὰρ μᾶλλον κακίας ἢ καλοκαγαθίας ὑπηρέτης ἐστί, φησὶν ὁ ῥήτωρ. ὅτι ὁ Πλάτων μηδένα γίνεσθαι μεγίστου πλούτου κύριόν φησιν, εἰ μὴ τὸν προεζημιωμένον τὴν ψυχήν. 4.101 Ὅτι ὁ χρησμός φησι· ∆οιοὶ δαίμονές εἰσι κατ' ἀνέρα· δοιὰ δὲ τούτων ἔθνεα· οἳ κατὰ γαῖαν ἀεὶ τεθαλυῖαν ἀλῶνται †παραμίμνειν μερόπεσιν ἐκ ∆ιὸς ἀρχῆς· Ζεὺς γάρ