1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

28

εὐπορῆσαι στολῆς. διὰ δὲ τὰ τέσσαρα στοιχεῖα ἐποίησαν τέσσαρας τοὺς ἀγῶνας· τὸ ἀνθηρὸν ἀντὶ πυρός, εἰς τὴν τῆς Ῥώμης τιμήν-Φλῶραν δὲ αὐτὴν ὠνόμαζον, ὥσπερ ἡμεῖς Ἄνθουσαν-δεύτερον τὸ λευκὸν διὰ τὸν ἀέρα, τρίτην τάξιν Ἄρει, καὶ τετάρτην ἄρτι προσληφθεῖσαν Κρόνῳ ἢ Ποσειδῶνι· ἑκατέροις γὰρ τὸ κυανοῦν προσνενέμηται. ῥούσιοι μὲν ἀνέκειντο πυρὶ διὰ τὸ χρῶμα, ὁμοίως πράσινοι γῇ διὰ τὰ ἄνθη, βένετοι Ἥρᾳ, λευκοὶ δὲ ὕδατι. οἱ δέ φασι πράσινον μὲν τὸ ἔαρ, ῥούσιον δὲ τὸ θέρος, βένετον δὲ τὸ φθινόπωρον, λευκὸν δὲ τὸν χειμῶνα. κακοδαιμονίαν οὖν οἰωνίζοντο τὴν χείρονα ψῆφον τὸν ἀνθηρὸν ἀπενέγκασθαι, ὡς αὐτῆς Ῥώμης ἡττηθείσης. τοῦ γὰρ δυτικοῦ κέντρου εἰς τὸ τῆς γῆς στοιχεῖον ἀναφερομένου εἰκὸς ἦν αὐτοῖς μέλειν αὐτῆς. ὅθεν καὶ Ἑστίαν πρὸ πάντων φαίνονται τιμήσαντες Ῥωμαῖοι, ὥσπερ τὸν πετρογενῆ Μίθραν οἱ Πέρσαι διὰ τὸ τοῦ πυρὸς κέντρον, καὶ τὴν ὑγρὰν οὐσίαν οἱ ὑπὸ τὴν Ἄρκτον διὰ τὸ κέντρον τοῦ ὕδατος, καὶ Ἶσιν Αἰγύπτιοι, ἀντὶ τοῦ τὴν Σελήνην, τὴν τοῦ παντὸς ἀέρος ἔφορον. 4.31 Καθάπερ ἐν τῇ μήτρᾳ τυγχάνον τὸ βρέφος οὐ δεῖται ἑτέρας τροφῆς, ἀλλ' ἐξ αἵματος εἰλικρινοῦς τρέφεται, οὕτως οὐδὲ τοῖς τελευτήσασι κατὰ τὸν πρότερον, ὡς ἐλέγομεν, ἐνιαυτὸν ἐπεχόαζον, ὥσπερ ἐν μήτρᾳ παρὰ τῇ φύσει λανθάνουσιν. αἱ γὰρ χοαὶ παραψυχή τις εἰσεφέρετο τοῖς εἰδώλοις τῶν τετελευτηκότων, γάλα, αἷμα καὶ οἶνος, καὶ σεμίδαλις, καὶ κόγχος, καὶ ἕτερά τινα. χοὰς δὲ αὐτὰς ὠνόμαζον ἐκ τοῦ ἐπεκχεῖσθαι τοῖς τάφοις. σώζεται δὲ καὶ νῦν ἴχνος· ἐν γὰρ τοῖς ἱεροῖς ἄρτον καὶ οἶνον προσφέρομεν. 4.32 Ὅτι ὁ Αἰγύπτιος Ἑρμῆς ἐν τῷ λόγῳ αὐτοῦ τῷ καλουμένῳ τελείῳ φησὶ τοὺς μὲν τιμωροὺς τῶν δαιμόνων ἐν αὐτῇ τῇ ὕλῃ παρόντας τιμωρεῖσθαι τὸ ἀνθρώπειον κατ' ἀξίαν, τοὺς δὲ καθαρτικοὺς ἐν τῷ ἀέρι πεπηγότας τὰς ψυχὰς μετὰ θάνατον ἀνατρέχειν πειρωμένας ἀποκαθαίρειν περὶ τὰς χαλαζώδεις καὶ πυρώδεις τοῦ ἀέρος ζώνας, ἃς οἱ ποιηταὶ καὶ αὐτὸς ὁ Πλάτων ἐν Φαίδωνι Τάρταρον καὶ Πυριφλεγέθοντα ὀνομάζουσι· τοὺς δὲ σωτηρικοὺς πρὸς τῷ σεληνιακῷ χώρῳ τεταγμένους ἀποσώζειν τὰς ψυχάς. 4.33 Μάρτιος. Τὸν Μάρτιον, καθὰ καὶ τοῦτο προείπομεν, ἀρχὴν ἐνιαυτοῦ ἐνόμιζον οἱ Ῥωμαῖοι· ἀνετίθουν δὲ αὐτὸν τῷ Ἄρει· οὗτος δὲ πρότερον Ζεφυρίτης ὠνομάζετο καὶ Πρῖμος· ὁ γὰρ τὴν Ῥώμην κτίσας Ῥῶμος καὶ τέμενος τοῦ Ἄρεος ἐν αὐτῇ τῷ μηνὶ τούτῳ ἀπαρτίσας Μαρτίου αὐτὴν μετωνόμασεν, τουτέστιν Ἄρεος κατὰ τὴν πάτριον ἐκείνου φωνήν. 4.34 Οἱ μυθικοί φασιν· ὁ Ζεὺς συνελθὼν τῇ ἀδελφῇ Ἥρᾳ ἔτεκεν Ἄρεα, οἱονεὶ ὁ αἰθὴρ συναπτόμενος τῷ ἀέρι ἀποθλίβει τὸ ἀέριον πῦρ. οἱ δὲ φυσικοὶ Ἄρεα μὲν οὐχ ὡς οἱ γραμματικῶν παῖδες ἐκ τῆς ἄρσεως καὶ ἀναιρέσεως αὐτὸν ὀνομασθῆναί φασιν, ἀλλ' ἐκ τοῦ ἀρήγειν καὶ συλλαμβάνειν τοῖς κατὰ βίαν καὶ μάχην συμπτώμασιν, ἢ ὡς ἀρκτικὸν καὶ μεταβολῆς αἴτιον· διδόασι δὲ αὐτῷ ὕψωμα τὸν Αἰγόκερων. ὅτι τὸν Μάρ τεμ οἱ Ῥωμαῖοι μόρτεμ ἐκάλουν, οἱονεὶ θάνατον, ἢ κινητὴν τῶν τεχνῶν ἢ Ἄρεα τὸν παρ' ἀρρένων καὶ μόνων τιμώμενον ἢ ἐκ τοῦ μάρνασθαι κατὰ Φιλόξενον, καλεῖται δὲ Αἰγυπτιαστὶ Ἐρτωσί· τοῦτο δὲ σημαίνει παντὸς γένους ζωογονίαν καὶ πάσης οὐσίας καὶ ὕλης κατὰ φύσιν καὶ δύναμιν διατακτικὴν ζωογονικήν. ὁ Ἄρης χαλκοῦ καὶ σιδήρου εὑρέτης ἐγένετο. τὴν δὲ Ἀφροδίτην οἱ φυσικοί, ποτὲ μὲν αὐτῷ, ποτὲ δὲ Ἡφαίστῳ συνάπτουσιν οἱονεὶ τῇ ὑγρᾷ οὐσίᾳ τὴν πυρώδη, ἐξ ὑγροῦ δήπουθεν καὶ θερμοῦ προιέναι τὴν γένεσιν αἰνιττόμενοι· ἢ καί, ἐπειδὴ κοινὸς αὐτοῖς ὁ σκόρπιος, Ἄρεος μὲν ὄντος τοῦ κέντρου, τῶν δὲ χηλῶν Ἀφροδίτης. ἀποστρέφεται δέ, ὥσπερ κατὰ τὸν μῦθον, Ἀφροδίτη τὸν Ἄρην, ἐπειδὴ ὁ χειμὼν ἀκολουθεῖ τῷ τοῦ Ἄρεος ἰδίῳ καταστήματι, ἡ δὲ Ἀφροδίτη εὔκρατος. ὥστε ἐναντίως ἔχουσι πρὸς ἑαυτούς, ἀλλ' οὐ καθόλου· καὶ γὰρ ἀλλήλοις κατὰ