1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

26

κατοιχομένους ἐτίμων· ἀλλὰ μὴν καὶ φεβρουᾶρε τὸ καθᾶραι τὰ ποντιφικάλια βιβλία καλεῖ, Φέβρον τὸν Πλούτωνα. ὅτι τὸ ὑπὸ σελήνην δαιμόνιον φῦλον τριχῆ διῄρηται κατὰ τὸν Ἰάμβλιχον· καὶ τὸ μὲν πρόσγειον αὐτοῦ τιμωρόν, τὸ δὲ ἀέριον καθαρτικόν, τὸ δὲ πρὸς τῇ σεληνιακῇ ζώνῃ σωτήριόν ἐστιν, ὃ δὴ καὶ ἡρωϊκὸν ἴσμεν· ἡγεῖσθαι δὲ λέγεται παντὸς τούτου μέγιστός τις δαίμων· οὗτος δ' ἂν εἴη μᾶλλον ὁ Πλού των, ὥς φησιν ὁ αὐτὸς Ἰάμβλιχος. τὸν Φεβρουάριον μῆνα Ἥρᾳ ἀνατεθῆναι ἀξιοῦσι διὰ τὸ τὴν Ἥραν παρὰ τοῖς φυσικοῖς δοκεῖν εἶναι τὸν ὕπτιον ἀέρα· ὁ δὲ καθαρμὸς ἄντικρυς τῷ ἀέρι ἁρμόδιος. ἐκαθαίροντο δὲ οἱ ναοὶ καὶ τὰ ἱερὰ σκεύη ἐπὶ τούτου τοῦ μηνός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἰδιωτικῶν πάντες τοῦ καθαρμοῦ ἀντείχοντο. ὅτι δὲ ἐν τῷ Φεβρουαρίῳ αἱ χοαὶ τῶν κατοιχομένων ἐτελοῦντο, διὰ τοῦτο ὁ Νουμᾶς αὐτὸν ἠλάττωσεν, ἀνόσιον εἶναι κρίνων ἴσα τοῖς ἄλλοις τιμᾶσθαι τὸν τοῖς γε τὸ πᾶν ἐλαττοῦσι χθονίοις ἐγκείμενον. οὐ μόνον δὲ Φεβρουάριος ἀλλὰ καὶ Φεβρουάτος λέγεται, διὰ τὴν τούτου ἔφορον καὶ Φεβρουάταν καὶ Φεβρουάλεμ τοῖς ἱεροῖς ἀναφέρεσθαι. 4.26 Οἱ τῶν Ῥωμαίων τὴν φυσικὴν ἱστορίαν συγγράφοντές φασι, σπέρμα τῇ μήτρᾳ καταβαλλόμενον ἐπὶ μὲν τῆς τρίτης ἡμέρας ἀλλοιοῦσθαι εἰς αἷμα, καὶ πρώτην διαζωγραφεῖν τὴν καρδίαν, ἥτις πρώτη μὲν διαπλάττεσθαι, τελευταία δὲ ἀποθνήσκειν λέγεται· εἰ γὰρ ἀρχὴ ἀριθμῶν ὁ τρεῖς, περιττὸς δέ ἐστιν ἀριθμός, ἄρα καὶ ἀρχὴ γενέσεως ἐξ αὐτοῦ. ἐπὶ δὲ τῆς ἐννάτης πήγνυται καὶ εἰς σάρκα καὶ μυελοὺς συγγλοιοῦται· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς εἰς ὄψιν τελείαν καὶ διατύπωσιν ἀποτελεῖσθαι καὶ ἁπλῶς εἰπεῖν τέλειον ἄνθρωπον. ὁμοίως κατὰ ἀναλογίαν τῶν ἡμερῶν καὶ ἐπὶ μηνῶν· ἐπὶ τοῦ τρίτου μηνὸς ἐγκινεῖσθαι ἐχόμενον τῇ μήτρᾳ, ἐπὶ δὲ τοῦ ἐννάτου μηνὸς παντελῶς ἀπαρτίζεσθαι καὶ πρὸς ἔξοδον σπεύδειν. καὶ εἰ μέν ἐστι θῆλυ, κατὰ τὸν ἔννατον μῆνα, εἰ δὲ κρεῖττον, κατὰ τὸν δέκατον ἀρχόμενον, διὰ τὸ τὸν μὲν ἔννατον ἀριθμόν, θῆλυν ὄντα καὶ Σελήνης οἰκεῖον, πρὸς τὴν ὕλην ἀναφέρεσθαι, τὸν δὲ δέκατον παντέλειον εἶναι καὶ ἄρρενα. θῆλυ δὲ καὶ ἄρρεν γίνεται κατὰ τὴν τοῦ θερμοῦ ἐπικράτειαν· πλεονάζοντος μὲν τοῦ κατὰ τὸ σπέρμα θερμοῦ, ἅτε τῆς πήξεως ταχείας γινομένης, ἀρρενοῦται τε καὶ διαμορφοῦται ταχέως, ἐλαττουμένης δὲ κατισχύεται ὑπὸ τῆς ἐπιρροῆς καὶ καταγωνιζόμενον θηλύνεται, βράδιον δὲ πηγνύμενον βράδιον καὶ μορφοῦται. ὅτι δὲ ἀληθὴς ὁ λόγος, τὰ μὲν ἄρρενα καὶ τῶν τεσσαράκοντα ἡμερῶν ἐντὸς ἐκτιτρωσκόμενα μεμορφωμένα προπίπτει, τὰ δὲ θήλεα καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας σαρκώδη τε καὶ ἀδιατύπωτα. μετὰ δὲ τὴν κύησιν ἐπὶ τῆς τρίτης τεχθὲν ἀποσπαργανοῦσθαι τὸ βρέφος φασίν, ἐπὶ δὲ τῆς ἐννάτης ἰσχυροποιεῖσθαι καὶ ἁφὴν ὑπομένειν· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς προσλαμβάνειν τὸ γελαστικὸν καὶ ἄρχεσθαι ἐπιγινώσκειν τὴν μητέρα. ἐπὶ δὲ τῆς ἀναστοιχειώσεως τοὺς ἴσους φασὶν ἀριθμοὺς αὖθις ἐξ ὑποστροφῆς παραφυλάττειν τὴν φύσιν, καὶ δι' ὧν συνέστη, δι' αὐτῶν αὖθις ἀναλύεσθαι. τελευτήσαντος γοῦν ἀνθρώπου, ἐπὶ μὲν τῆς τρίτης ἀλλοιοῦται παντελῶς καὶ τὴν ἐπίγνωσιν τῆς ὄψεως διαπόλλυσι τὸ σῶμα· ἐπὶ δὲ τῆς ἐννάτης διαρρεῖ σύμπαν, ἔτι σωζομένης αὐτῷ τῆς καρδίας· ἐπὶ δὲ τῆς τεσσαρακοστῆς καὶ αὕτη συναπόλλυται τῷ παντί. διὰ τοῦτο τρίτην ἐννάτην καὶ τεσσαρακοστὴν ἐπὶ τῶν τεθνηκότων φυλάττουσιν οἱ ἐναγίζοντες αὐτοῖς, τῆς τέ ποτε συστάσεως τῆς τε μετ' ἐκείνην ἐπιδόσεως καὶ τὸ δὴ πέρας τῆς ἀναλύσεως ἐπιμιμνησκόμενοι. 4.27 Ὅτι Γάλλων παραλαβόντων τὴν Ῥώμην ὁ Κάμιλλος συναγείρας πλῆθος ἀθρόον ἐμπίπτει τοῖς πολεμίοις· καὶ μάχης κρατερᾶς γενομένης κλασθέντων αὐτοῖς τῶν ξιφῶν σὺν καὶ τοῖς ὅπλοις-οὔπω γὰρ σιδηροῖς ἐχρῶντο Ῥωμαῖοι θώραξι, χαλκοῖς δὲ κατὰ τὴν παλαιότητα- τὸ λοιπὸν εἰς χεῖρας ἐλθεῖν ἕλκειν τε ἀλλήλους ἔκ τε τῶν λοφιῶν τῶν περικεφαλαιῶν καὶ ἐξ αὐτῶν μέντοι τῶν τοῦ πώγωνος τριχῶν· τέλος δὲ τοὺς βαρβάρους ἀπήλασε καὶ