1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

38

ἐστεμμέναι, ἢ ὅτι μυρσίνη ἐπιτηδεία τοῖς βρέφεσίν ἐστι-ῥώννυσι γὰρ τὰ σώματα τῶν ἀρτιγενῶν, καὶ παρὰ τὰ ἄλλα δὴ τῶν ἀειθαλῶν φυτῶν εὐωδεστάτη τυγχάνει ἡ μυρσίνη-ἢ ὅτι μόνη ἐν φυτοῖς χαίρει τῇ θαλάσσῃ. ἐτιμᾶτο δὲ ἡ Ἀφροδίτη τοῖς αὐτοῖς, οἷς καὶ ἡ Ἥρα· ἐν δὲ τῇ Κύπρῳ πρόβατον κωδίῳ ἐσκεπασμένον συνέθυον τῇ Ἀφροδίτῃ- ὁ δὲ τρόπος τῆς ἱερατείας ἐν τῇ Κύπρῳ ἀπὸ τῆς Κορίνθου παρῆλθέ ποτε-εἶτα δὲ καὶ σύας ἀγρίους ἔθυον αὐτῇ διὰ τὴν κατὰ Ἀδώνιδος ἐπιβουλήν, τῇ πρὸ τεσσάρων Νωνῶν ἤγουν τῇ δευτέρᾳ ἡμέρᾳ τοῦ Ἀπριλίου. 4.66 Ὅτι οἱ φυσικοί φασι τὰς θηλείας τὰς κατ' εὐθὺ τὴν ἀναστόμωσιν τῶν ἀγγείων ἐχούσας τοκάδας εἶναι, τὰς δὲ ἐκ πλαγίου στείρας. 4.67 Τῇ πρὸ τριῶν Νωνῶν Ἀπριλίων Ἡρακλῆς ἐπινίκιος ἐτιμᾶτο οἷα ὑγείας δοτήρ. καὶ ῥαφάνων νόμος κατὰ τὸν μῆνα τοῦτον ἀπέχεσθαι Ῥωμαίοις. Ἡρακλῆς δὲ ὁ χρόνος παρὰ τῷ Νικομάχῳ εἴρηται, ἀλλὰ μὴν καὶ ἥλιος, λέγοντι οὕτως· «Ἡρακλῆς μὲν οὖν ὁ τὴν περὶ τὸν ἀέρα κλάσιν τῇ τῶν ὡρῶν περιτροπῇ ποιούμενος, τουτέστιν ἥλιος.» διὸ δὴ καὶ ἐν τοῖς τούτου μυστηρίοις τοὺς ἄρρενας γυναικείαις στολαῖς κοσμοῦσιν, ἅτε δὴ ἐξ ἀγριότητος καὶ ἀγονίας τῆς κατὰ τὸν χειμῶνα ἀρχομένου τοῦ σπερματικοῦ τόκου θηλύνεσθαι. καὶ ταῦτα μὲν τῷ ἔαρι ἐτέλουν. τρία δὲ αὐτῷ μῆλα ἐν τῇ λαιᾷ ταῖν χεροῖν τῆς χρόνου δι' αὐτοῦ ἀναμερίσεως σύμβολον· μῆλον μὲν γὰρ διὰ τὴν πρὸς τὸν κριὸν αὐτοῦ συμπάθειαν, ἀρχὴ δὲ χρόνου ἐαρινὴ τροπή. καὶ ἄλλως δὲ τρία, ὅτι τριμερὴς ὁ χρόνος. ἀνάγειν δὲ λέγεται τὸν κύνα τὸν τρικέφαλον ἐκ τοῦ Ἅιδου, ὅτι φρουρητικὸς καὶ λυμαντικὸς ὁ χρόνος, ὥσπερ δὴ καὶ ὁ κύων· τρεῖς δὲ αὐτῷ κεφαλαί, ὅ τε παρελθὼν καὶ ὁ ἐνεστὼς καὶ ὁ μέλλων καιρός. καὶ ἄλλως δὲ τὰ τρία μῆλα ληπτέον ἐπὶ Ἡρακλέους κατὰ φιλόσοφον δόγμα, ὅτι τὰς τρεῖς περιόδους ὁ ἥρως ἀνύσας τοῦ πρακτικοῦ βίου τέλειος εἶναι δοκεῖ. ταύτῃ καὶ τριέσπερος λέγεται κατὰ Λυκόφρονα, φησὶ γάρ· τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάλαψε κάρχαρος κύων. τὸ γὰρ τρισὶ νυξὶν ἐσπάρθαι τὸν Ἡρακλέα μυθικόν ἐστιν. Ἥβην δὲ καλλίσφυρον αὐτῷ δίδωσιν, οἱονεὶ τὴν δημιουργικὴν δύναμιν, καὶ τὸ καλὸν τὸ ἐγκόσμιον. ὁ δὲ στέφανος τελειότητος δεῖγμά ἐστι· διὸ δὴ θεοῖς καὶ βασιλεῦσι καὶ ἱερεῦσιν ἐδίδοτο πρώτως. τῆς δὲ τύχης ἀφελομένης παρὰ τῆς ἀρετῆς τὸν στέφανον, οἱ ἱερεῖς τὸ λοιπὸν ἀποκειρόμενοι τὴν κόμην κύκλον τινὰ τριχῶν ἀντὶ στεφάνου τῇ κεφαλῇ περιποιοῦσι. δωδεκάμοχθόν γε μὴν αὐτόν φασι, διὰ τὸ τὰ δώδεκα ζωδία ἐκτρέχειν. καὶ τὴν Ἄλκηστιν δὲ τῷ Ἀδμήτῳ ἀναψυχώσας ἀποδίδωσιν, οἷον τῷ κόσμῳ τὴν ζωογόνον φύσιν ἐν τῷ χειμῶνι κατανεκρωθεῖσαν ὁ ἥλιος ἀποκαθιστῶν· Ἄδμητος γὰρ ὁ κόσμος παρὰ τὸ ἀκάμαντα εἶναι καὶ ἀείζωον. Αὐγείαν δὲ διαφθεῖραι λέγεται· καὶ γὰρ ἀνίσχων ὁ ἥλιος τὸν ὄρθριον διασκορπίζει καιρόν, ὃν οἱ πολλοὶ αὐγὴν ὀνομάζουσιν. ὑπὸ δὲ Εὐρυσθέως προστάττεται ὁ Ἡρακλῆς τοὺς δυοκαίδεκα ἄθλους ἐκτελεῖν, ἀντὶ τοῦ ὁ ἥλιος κελεύσει τοῦ μεγάλου θεοῦ, ἀντιβαινούσης τῆς Ἥρας-οἱονεὶ τῆς σφαίρας- ἀντίρροπος αὐτῇ τὸν δωδεκαζώδιον διαφεύγει οὐρανόν. οὕτως μὲν οἱ φιλόσοφοι. ἀπὸ δὲ τῶν ἱστοριῶν εὑρίσκομεν ἑπτὰ Ἡρακλεῖς γενέσθαι, πρῶτον ∆ιὸς τοῦ Αἰθέρος καὶ Λυσιθόης τῆς Ὠκεανοῦ, δεύτερον Νείλου παῖδα, τρίτον Ἕλληνος τοῦ ∆ιὸς καὶ νύμφης Ἀγχιάλης, τέταρτον ∆ιὸς καὶ Θήβης τῆς Αἰγυπτίας, πέμπτον τὸν Λιβάνου καὶ Νύσσης τὸν ἐν Ἰνδοῖς γενόμενον, ἕκτον ∆ιὸς καὶ Ἀλκμήνης, ἕβδομον ∆ιὸς καὶ Μαίας τῆς Ἄτλαντος. 4.68 Ὅτι ὁ Ἀπελλῆς γράφων τὰς Χάριτας τρεῖς οὔσας, Ἀγλαΐαν Εὐφροσύνην Θάλειαν, μίαν μὲν ποιεῖ ἀπιοῦσαν, δύο δὲ ἐρχομένας· μιᾶς γὰρ διδομένης χάριτος πλείους ἐπανίασι τοῖς δεδωκόσιν. 4.69 Ὅτι πῦρ ... ῥησσομένων πνευμάτων τοῖς νέφεσιν ἀποθλίβονται οἱ κεραυνοί. 4.70 Ἡ δὲ Μίλητος τὸ πρὶν ἐκαλεῖτο Ἀνακτορία. 4.71 Ἀμάλθειαν δὲ τροφὸν ∆ιός, τὴν ἅμα καὶ ἀθρόως καὶ ἑνὶ χρόνῳ τὰ ὄντα τῷ