1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

39

∆ιὶ αὔξουσαν· ἄλθειν γὰρ τὸ αὔξειν. Κράτης δὲ ἀπὸ τοῦ διαίνειν τουτέστι πιαίνειν τὴν γῆν βούλεται ὀνομασθῆναι τὸν ∆ία, τὸν εἰς πάντα διήκοντα· Ποσειδώνιος τὸν ∆ία τὸν πάντα διοικοῦντα· Χρύσιππος δὲ διὰ τὸ δι' αὐτὸν εἶναι τὰ πάντα. ἄλλοι τὸν ∆ία βούλονται ὀνομασθῆναι ἀπὸ τοῦ δεῖν, τουτέστι δεσμεύειν καὶ συνέχειν τὸ σύμπαν αἰσθητόν· ἄλλοι ἀπὸ τοῦ ζῆν. τινὲς δὲ κατὰ τὸν ἡρωϊκὸν καὶ μεριστὸν λόγον τρεῖς ∆ίας εἶναι βούλονται, ἕνα μὲν Αἰθέρος, τὸν δὲ ἕτερον ἐν Ἀρκαδίᾳ τεχθῆναι, ἐξ οὗ φασιν Ἀθηνᾶν, τρίτον δὲ τὸν Κρῆτα. οἱ δὲ Φοίνικες βασιλέα φασὶν αὐτὸν γενέσθαι δικαιότατον, ὥστε τὴν περὶ αὐτοῦ δόξαν κρείττονα γενέσθαι τοῦ χρόνου· ταύτῃ Κρόνον ἐκβαλεῖν τῆς βασιλείας λέγεται, οἱονεὶ τὸν χρόνον καὶ τὴν ἐξ αὐτοῦ λήθην ὑπερβαλεῖν. ὁ δὲ † Μηλίας ὑπὸ Ἀμαλθείας αὐτὸν τραφῆναι, οἷον ἐκ τῆς δυνάμεως, τουτέστιν ἐκ τῆς ἀμαλακιστίας. ὁ δὲ Κράτης τὸν Κρόνον φησὶ Σικελίας καὶ Ἰταλίας καὶ τοῦ πλείστου μέρους τῆς Λιβύης βασιλεῦσαι ἀπηνῶς, τὸν δὲ τούτου υἱὸν ἐπιθέσθαι τῷ πατρὶ καὶ αὐτὸν μὲν εἰς ἔσχατον ἐλάσαι τῆς δύσεως, ἡμερώτατα δὲ τῆς βασιλείας ἀντιλαβέσθαι, καὶ διὰ τοῦτο τιμηθῆναι ὡς θεόν. Ἐρατοσθένης γε μὴν τὸν ∆ία ἐν τῇ Κρήτῃ τεχθῆναι λέγει, κἀκεῖθεν διὰ τὸν Κρόνου φόβον μετενεχθῆναι εἰς Νάξον. Εὔμηλος δὲ ὁ Κορίνθιος τὸν ∆ία ἐν τῇ καθ' ἡμᾶς Λυδίᾳ τεχθῆναι βούλεται, καὶ μᾶλλον ἀληθεύει ὅσον ἐν ἱστορίᾳ· ἔτι γὰρ καὶ νῦν πρὸς τῷ δυτικῷ τῆς Σαρδιανῶν πόλεως μέρει ἐπ' ἀκρωρείας τοῦ Τμώλου τόπος ἐστίν, ὃς πάλαι μὲν Γοναὶ ∆ιὸς ὑετίου, νῦν δὲ παρατραπείσης τῷ χρόνῳ τῆς λέξεως ∆εύσιον προσαγορεύεται. φύλακες ἦσαν οἱ Κούρητες. ἄλλοι Προμηθέως φασὶν εἶναι υἱὸν οἱονεὶ τῆς προνοίας. οἱ δὲ πλεῖστοι τῶν φυσικῶν τὸν ∆ία Ἰδαῖον εἶναι βούλονται καὶ τεχθῆναι ἐν τῇ Ἴδῃ,τουτέστιν ἐν τῷ παρὰ Ἴδῃ ὁρωμένῳ οὐρανῷ. τῆς δὲ Κόρης πατέρα αὐτόν φασιν, τουτέστι τοῦ κόρου καὶ τῆς εὐωχίας αἴτιον αὐτὸν γενέσθαι· πρῶτος γὰρ βασιλεύσας λέγεται τοὺς ἀνθρώπους διδάξαι γεωργεῖν. πολλοὶ δὲ ἐκ τοῦ ὅλου ∆ιὸς ∆ίοι, ὥσπερ Ἀπόλλωνες ἢ ∆ιόνυσοι. 4.72 Τῇ πρὸ δεκαεπτὰ Καλενδῶν Μαΐων οἱ ἀρχιερεῖς ἐπὶ τὸ θέατρον γενόμενοι ἄνθη ἐπὶ τὸν δῆμον ἐρρίπτουν καὶ περὶ τὰ σπόριμα δὲ ὑπὲρ εὐετηρίας ἱεράτευον, καὶ ἔξωθεν τῆς πόλεως ἐπὶ ὡρισμένους σταθμοὺς ηὔχοντο ἱερατεύοντες ∆ήμητρι· ὄνομα δὲ τῇ θυσίᾳ Φορδικάλια. τούς γε μὴν σταθμοὺς μίλια πατρίως ἐκάλουν, ἀπὸ τῆς χιλιάδος τῶν βημάτων. ὅθεν καὶ μίλιτες οἱ στρατιῶται παρ' αὐτοῖς· χιλίους γὰρ ὑπασπιστὰς ὁ Ῥωμύλος μόνους ἔταξε καὶ μίλιτας αὐτοὺς ἀπὸ τοῦ ἀριθμοῦ ἐκάλεσεν οἱονεὶ χιλίους, τὸ πρὶν σατέλλιτας προσαγορευομένους· καὶ γὰρ ἐν χιλιάσι τὸ πλῆθος, οὐ μυριάσιν ἡ παλαιότης ἠρίθμησεν, ὡς αὐτὸς Ὅμηρος· ὅσσον τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι. ὁ γὰρ μυρία ἀριθμὸς ἀοριστίας ἐστὶ δεκτικός. 4.73 Τῇ πρὸ δεκαμιᾶς Καλενδῶν Μαΐων ὁ Ῥωμύλος τὴν Ῥώμην ἐπόλισε, πάντας τοὺς πλησιοχώρους συγκαλεσάμενος ἐντειλάμενός τε αὐτοῖς ἐκ τῆς ἑαυτῶν χώρας βῶλον ἐπικομίσασθαι, ταύτῃ πάσης χώρας δεσπόσαι τὴν Ῥώμην οἰωνιζόμενος· αὐτός τε ἱερατικὴν σάλπιγγα ἀναλαβών-λίτουον δ' αὐτὴν πατρίως Ῥωμαίοις ἔθος καλεῖν ἀπὸ τῆς λιτῆς-ἐξεφώνησε τὸ τῆς πόλεως ὄνομα, πάσης ἱερατικῆς τελετῆς ἡγησάμενος. ὀνόματα δὲ τῇ πόλει τρία, τελεστικὸν ἱερατικὸν πολιτικόν· τελεστικὸν μὲν οἱονεὶ Ἔρως, ὥστε πάντας ἔρωτι θείῳ περὶ τὴν πόλιν κατέχεσθαι, διὸ καὶ Ἀμαρυλλίδα τὴν πόλιν ὁ ποιητὴς αἰνιγματωδῶς βουκολιάζων καλεῖ· ἱερατικὸν δὲ Φλῶρα οἱονεὶ ἄνθουσα, ὅθεν κατὰ ταύτην ἡ τῶν Ἀνθεστηρίων ἑορτή· πολιτικὸν δὲ Ῥῶμα. καὶ τὸ μὲν ἱερατικὸν πᾶσιν ἦν δῆλον καὶ ἀδεῶς ἐξεφέρετο, τὸ δὲ τελεστικὸν μόνοις τοῖς ἀρχιερεῦσιν ἐξάγειν ἐπὶ τῶν ἱερῶν ἐπετέτραπτο· καὶ λόγος, ποινὰς ὑποσχεῖν τινα τῶν ἐν τέλει ποτέ, ἀνθ' ὧν ἐπὶ τοῦ πλήθους τὸ τελεστικὸν ὄνομα τῆς πόλεως ἀναφανδὸν ἐθάρρησεν ἐξειπεῖν. μετὰ δὲ