1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

50

ἀπώλοντο, ὁ δὲ βασιλεὺς οὐδὲ προελθεῖν ἐπέκεινα οὐδὲ ἀναστρέψαι τὸ λοιπὸν εὑρίσκων, οἰκτρῶς ἐφθείρετο. ὡς δὲ τὸ πολὺ μέρος τῆς στρατιᾶς διέπεσεν, ἀσθενοῦντι αὐτῷ ἐπῆλθον οἱ Πέρσαι, ἐλαττωθέντες δὲ καὶ οὕτως αὖθις ἐπιτίθενται μηδὲ δύο μυριάδας ἔχοντι τῷ πρὶν ἑπτακαίδεκα ἐπαγομένῳ. ὁ δὲ Ἰουλιανὸς ἐμαχέσατο ἄριστα· εἷς δὲ ἐκ τῆς Περσικῆς φάλαγγος τῶν λεγομένων Σαρακηνῶν, ἐκ τῆς ἁλουργίδος βασιλέα ὑπολαβὼν ἀνέκραγε πατρίως «μαλχάν» οἱονεὶ βασιλεύς· καὶ ἐπαφεὶς ῥοίζῳ τὴν λεγομένην ῥομφαίαν διήλασεν αὐτὸν κατὰ τοῦ ἤτρου. τοῦ δὲ Ὀρειβασίου κομίσαντος αὐτὸν εἰς τὴν παρεμβολὴν καὶ διαθέσθαι τὰ τελευταῖα παραινοῦντος, Ἰουβιανὸν μὲν αὐτὸς ψηφισάμενος βασιλεύειν ἐτελεύτα. 4.119 Οἱ μὲν ἀπὸ μεγάλης ἀρχῆς ῥέοντες ἄνεμοι εἰς δώδεκα μέρη τοῦ ὁρίζοντος διαιροῦνται, ὧν καὶ ἴσμεν τὰ ὀνόματα ἐν ἄλλοις ...., καὶ οἱ μὲν ἀπ' αὐτῶν ἄρκτων καὶ τοῦ κατ' αὐτὰς πόλου ῥέοντες ἀπαρκτίαι καλοῦνται, οἱ δὲ ἀπὸ δύσεως ἰσημερινῆς ζέφυροι, οἱ δὲ ἀπὸ τοῦ ἀφανοῦς νότοι, οἱ δὲ ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπηλιῶται· τῶν δὲ μεταξὺ τῶν εἰρημένων ὁ μὲν προσεχὴς τῷ ἀπαρκτίᾳ καικίας, ὃν ἔνιοι καὶ θρασκίαν λέγουσιν, ὁ δὲ τῷ ζεφύρῳ ἀργέστης, ὃν οἱ μὲν ὀλυμπίαν, οἱ δὲ ἰάπυγα καλοῦσι· τῶν δὲ μεταξὺ ζεφύρου καὶ νότου ὁ μὲν προσεχὴς τῷ ζεφύρῳ λίψ, ὁ δὲ τῷ νότῳ λιβόνοτος· τῶν δὲ μεταξὺ νότου τε καὶ εὔρου ὁ μὲν πλησίον φερόμενος τῷ νότῳ εὐρόνοτος καλεῖται, ὁ δὲ τῷ ἀπηλιώτῃ εὖρος· ὁμοίως δὲ καὶ ἀπηλιώτου μεταξὺ καὶ ἀπαρκτίου, ὁ μὲν προσεχὴς τῷ ἀπηλιώτῃ καλεῖται καικίας, ὁ δὲ τῷ ἀπαρκτίᾳ βορέας. τῶν δὲ μὴ ἀπὸ μεγάλης ἀρχῆς ὁ μὲν ἀπ' ὀλίγης φορᾶς νέφους ἐκνεφίας, ὁ δὲ ἀπὸ κόλπων τινῶν καὶ διασφαγῶν κολπίας, ὁ δὲ ἀπὸ γῆς καὶ συστροφῆς ἀέρος γνοφίας. αὖραι γὰρ αὗται καὶ ῥύσεις ἀέρων τυγχάνουσιν οὖσαι, καὶ οὐκ ἀλόγως ἄνεμοι καλοῦνται, ὅτε ἢ ἀπὸ λιμνῶν ἢ ποταμῶν φέρονται· ὅμοιοι δὲ τούτων εἰσὶ καὶ οἱ ἀπόγειοι, ὅθεν εὐλόγως ἀέρος ἠρεμοῦντος τὸ κατάστημα καλεῖται νηνεμία. 4.120 Κατὰ δὲ τὸν Αὔγουστον μῆνα μαλάχης ἀπέχεσθαι τοῖς γε βουλομένοις ὑγιαίνειν τὰ ἄρθρα τὸ λόγιον θεσπίζει. 4.121 Σεπτέμβριος. Ἀληθῆ λόγον ἐλέγομεν, ὡς ἀρχὴν ἐνιαυτοῦ τὸν Μάρτιον μῆνα ἔταττον οἱ Ῥωμαῖοι, ὡς ἐκ τῆς τοῦ παρόντος ἡμῖν μῆνός ἐστι λαβεῖν προσηγορίας· Σεπτέμβριον γὰρ αὐτὸν ὠνόμασαν, οἷον ἕβδομον ἀπὸ τοῦ ἦρος-σέπτεμ γὰρ τὰ ἑπτὰ καὶ βὲρ τὸ ἔαρ-τουτέστι τοῦ Μαρτίου μηνός, οὗ κατὰ τὴν τετάρτην καὶ εἰκοστὴν ὁ ἥλιος ἐν κριῷ γενόμενος τοῦ ἦρος δίδωσι τὴν φύσιν ἐνάρχεσθαι. κἄπειτα οὐ δεήσει περὶ τῆς τῶν ἑπομένων προσηγορίας μακρηγορεῖν· ὄγδοος γὰρ ἀπὸ τῶν Αὐξιφωτίων Ὀκτώβριος, καὶ Νοέμβριος καὶ ∆εκέμβριος ὁμοίως. 4.122 Θεῖος ὁ τῆς ἐννάδος ἀριθμὸς ἐκ τριῶν τριάδων πληρούμενος, καὶ τὰς ἀκρότητας τῆς θεολογίας κατὰ τὴν Χαλδαϊκὴν φιλοσοφίαν, ὥς φησιν ὁ Πορφύριος, ἀποσώζων. 4.123 Τῇ νεομηνίᾳ ὁ Μητρόδωρος λέγει τὴν Ἀνδρομέδαν ἀνίσχειν καὶ τῶν ἄλλων παυομένων ἀνέμων τὸν εὖρον ἐπικρατεῖν. 4.124 Τῇ πρὸ τεσσάρων Νωνῶν Σεπτεμβρίων ἐνίκησεν ὁ Αὔγουστος παρὰ τὸν Λευκάτην τοὺς Αἰγυπτίους μετὰ Ἀντωνίου καὶ Κλεοπάτρας· καὶ τούτου χάριν τὸν τῆς λεγομένης ἰνδικτιῶνος κύκλον ἐκ προοιμίων τοῦ Σεπτεμβρίου μηνὸς ἀριθμεῖσθαι εἰσήγαγεν. ἐν ταύτῃ τῇ ἡμέρᾳ ὁ ∆ημόκριτος λέγει ἐναλλαγὴν ἀνέμων συμβαίνειν καὶ βροχῆς ἐπικράτειαν. 4.125 Πλείους μὲν αἱ χυμῶν διαφοραὶ κατὰ τὸν Ἀπολλώνιον, γενικαὶ δὲ ἐννέα· γλυκεῖα πικρὰ ὀξεῖα δριμεῖα βριγχὴ στρυφνὴ βλεννώδης αὐστηρὰ ἁλμυρά. ὅθεν δὴ καὶ