1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

18

τοιγαροῦν πρὸς ἑκάτερον ἁρμόσαι τὴν πρόνοιαν καὶ δίκην γεωργοῦ νῦν μὲν πυρὶ τὴν ἐν βάθει τῆς φύσεως ἐκκαλεῖσθαι θερμότητα, νῦν δὲ ὕδατι τὴν μεμανωμένην τῆς γῆς κατάρδειν ξηρότητα. 3.17 Ὅτι Ἕλληνες μὲν ἀπὸ τῆς κεʹ ∆εκεμβρίου τὴν ἀρχὴν ἐποιοῦντο τοῦ ἔτους ἤτοι τὴν τροπήν, Ῥωμαῖοι δὲ μετὰ ὀκτὼ ἡμέρας κατὰ τὴν πρώτην Ἰανουαρίου· οἱ μὲν Ἕλληνες τὴν τροπὴν αὐτὴν τηροῦντες, οἱ δὲ Ῥωμαῖοι τὴν τοῦ γνώμονος σκιὰν πότε συστέλλεσθαι ἄρξεται· μέχρι γὰρ τῶν ὀκτὼ ἀνεπαίσθητός ἐστιν ἡ τῆς σκιᾶς μείωσις. 3.18 Ὅτι διὰ τὴν γένεσιν διττὴ γέγονεν ἡ τῶν οὐρανίων κίνησις· εἰ γὰρ ἁπλῆ ἦν περιφορά, ἣν ὁ ἀπλανὴς οὐρανὸς ποιεῖται πάντα συνέχων ἐν ἑαυτῷ καὶ περιδινῶν, οὐδὲν ἂν ἀπ' αὐτῆς παρήχθη· τί γὰρ ἀπὸ τῆς ἁπλῆς κινήσεως ἂν ἄλλο ἀποτελεσθῇ παρ' αὐτήν; ἐπεὶ δὲ ἀντιφέρονται πολλαὶ καὶ ποικίλαι τῇ μιᾷ περιφορᾷ, πᾶσα γένεσις ὁμοῦ παράγεται ἀπ' αὐτῶν. οὕτω γὰρ ὁ Ἀριστοτέλης ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς φησι· «μιᾶς μὲν οὔσης τῆς φορᾶς οὐκ ἐνδέχεται γίνεσθαι τὰ ἄμφω, γένεσιν καὶ φθοράν, διὰ τὸ ἐναντία εἶναι· τὸ γὰρ αὐτὸ καὶ ὡσαύτως ἔχον ἀεὶ τὸ αὐτὸ πέφυκε ποιεῖν, ὥστε ἤτοι γένεσίς ἐστιν ἀεὶ ἢ φθορά. δεῖ δὲ πλείους εἶναι τὰς κινήσεις καὶ ἐναντίας ἢ τῇ φορᾷ ἢ τῇ ἀνωμαλίᾳ· τῶν γὰρ ἐναντίων τὰ ἐναντία αἴτια. διὸ οὐχ ἡ πρώτη φορὰ αἰτία ἐστὶ γενέσεως καὶ φθορᾶς, ἀλλ' ἡ κατὰ τὸν λοξὸν κύκλον· ἐν ταύτῃ γὰρ καὶ τὸ συνεχὲς ἔνεστι καὶ τὸ κινεῖσθαι δύο κινήσεις.» 3.19 Ὅτι ὁ ἀπλανὴς οὐρανὸς ἁπλοῦς ὅλως πρὸς τοῦ πάντων ἐπέκεινα κατὰ τὸ λόγιον πραχθεὶς πάντα συνέχων καὶ περιδινῶν πάντα κινεῖ καὶ μεταδίδωσι τοῖς πᾶσιν ἑαυτοῦ καὶ ταχύτατός ἐστι πάσης κινήσεως καὶ ἀεὶ ὡσαύτως ἔχων, τό τε εἶναι τῷ παντὶ αἰσθητῷ δίδωσι οὐδεμίαν ἐναλλαγὴν καὶ ποικιλίαν λαχών. 3.20 Ὅτι δὲ τὸν ἐνιαυτὸν ὡς θεὸν ἐτίμησαν, δῆλον ἐξ αὐτῆς τῆς Λυδῶν βασιλίδος πόλεως. Σάρδιν γὰρ αὐτὴν καὶ Ξυάριν ὁ Ξάνθος καλεῖ, τὸ δὲ Σάρδιν ὄνομα εἴ τις κατὰ ἀριθμὸν ἀπολογίσεται, πέντε καὶ ἑξήκοντα καὶ τριακοσίας εὑρήσει συνάγων μονάδας· ὡς κἀντεῦθεν εἶναι δῆλον, πρὸς τιμὴν ἡλίου τοῦ τοσαύταις ἡμέραις τὸν ἐνιαυτὸν συνάγοντος Σάρδιν ὠνομασθῆναι τὴν πόλιν. νέον δὲ σάρδιν τὸ νέον ἔτος ἔτι καὶ νῦν λέγεσθαι τῷ πλήθει συνομολογεῖται· εἰσὶ δὲ οἵ φασι, τῇ Λυδῶν ἀρχαίᾳ φωνῇ τὸν ἐνιαυτὸν καλεῖσθαι σάρδιν. 3.21 Ὅτι τὸν Πᾶνα εἰς τὴν τοῦδε τοῦ παντὸς φύσιν λαμβάνουσιν οἱ Λυδοί, κεραόν τινα ἀπὸ σελήνης, φλογώδη δὲ τὰς ὄψεις ἀπὸ τοῦ αἰθέρος, λάσιον δὲ τὸ σῶμα ἀπὸ τῆς γῆς, χείρονος δὲ φύσεως τὰ λοιπὰ διὰ τὴν ἄλογον τῆς ὕλης ποικιλίαν. 3.22 Οἱ μῆνες δυοκαίδεκα παρὰ πᾶσιν ὄντες ἄλλοις ἔθνεσιν ἄλλως προσαγορεύονται. καὶ γὰρ Ἀθηναίοις μὲν οὕτως· Ἐλαφηβολιὼν Μουνυχιὼν Θαργηλιὼν Σκιροφοριὼν Ἑκατομβαιὼν Μεταγειτνιὼν Βοηδρομιὼν Πυανεψιὼν Μαιμακτηριὼν Ποσειδεὼν Γαμηλιὼν Ἀνθεστη ριών. Ἕλλησι δὲ οὕτως· Γορπιαῖος Ὑπερβερεταῖος ∆ῖος Ἀπελλαῖος Αὐδοναῖος Περίτιος ∆ύστρος Ξανθικὸς Ἀρτεμίσιος ∆αίσιος Πάνεμος Λῶος. Ἑβραίοις δὲ οὕτως· Θεσρὶ Μαρχεσουβὰν Χασελὲθ Τεβὲθ Σαφὰτ Ἀδὰρ Νισὰν Ἰὰρ Σιβὰν Θαμοῦς Ἀὰβ Ἐλούλ. Αἰγυπτίοιδὲ οὕτως· Θὼθ Φαωφὶ Ἀθὺρ Χοιὰκ Τυβὶ Μεχὶρ Φαμενὼθ Φαρμουθὶ Παχὼν Παϋνὶ Ἐπιφὶ Μεσωρί. Ῥωμαίοις δὲ οὕτως· Σεπτέμβριος Ὀκτώβριος Νοέμβριος ∆εκέμβριος Ἰανουάριος Φερβρουάριος Μάρτιος Ἀπρίλλιος Μάϊος Ἰούνιος Ἰούλιος Αὔγουστος. οὕτω μὲν οὖν τὰ τῶν μηνῶν παρὰ τοῖς ἔθνεσιν ἔχει, οἱ δὲ Βαβυλώνιοι καὶ Αἰγύπτιοι ἀρχὴν ἐνιαυτοῦ τὴν ἐαρινὴν ὡρίσαντο τροπήν, ὥσπερ ἀπὸ κεφαλῆς τὴν ἐν κριῷ ἰσημερίαν λαμβάνοντες διὰ τὸ πᾶσαν ἐν τῷ ἔαρι τὴν αἰσθητὴν φύσιν αὔξεσθαι. Ἕλληνες δὲ τὴν πρώτην τοῦ καρκίνου μοῖραν, ὡς ἄν τις εἴποι, τὴν εἰκάδα τρίτην τοῦ