1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

32

ὃν ἔτι καὶ νῦν τελοῦντες καλοῦσι πλοιαφέσια. ἡ δὲ Ἶσις τῇ Αἰγυπτίων φωνῇ παλαιὰ σημαίνεται, τουτέστιν ἡ σελήνη· καὶ προσηκόντως αὐτὴν τιμῶσιν ἐναρχόμενοι τῶν θαλαττίων ὁδῶν, διὰ τὸ αὐτήν, ὡς ἐλέγομεν, τῇ φύσει τῶν ὑδάτων ἐφεστάναι. φασὶ δὲ ταύτην καὶ ὑγείας εἶναι δότειραν, καθάπερ ἡμεῖς τὸν Ἀσκληπιόν. ταὐτὸν δ' ἂν εἴη· ὥσπερ γὰρ ἡμεῖς τὸν ἥλιον εἰς τὸν Ἀσκληπιὸν λαμβάνοντες μετὰ τὰς ἐκείνου δυσμὰς τῆς νυκτὸς ἐπιγινομένης αἴτιον αὐτὸν τοῦ ὕπνου καὶ νυκτὸς καὶ ἀναπαύσεως, αἴτιον καὶ δοτῆρα τῆς ὑγείας .... μυθεύουσιν. ὁ δὲ Χαιρωνεὺς Ἶσιν μὲν τὴν γῆν εἶναι βούλεται καὶ Ὄσιριν τὸν Νεῖλον, Τυφῶνα δὲ τὴν θάλατταν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται. 4.46 Τὴν Τύχην οἱ Ἕλληνες γράφουσι βουπρόσωπον· ἐγὼ δ' οἶμαι τὴν ὑγρὰν εἶναι οὐσίαν, ὅθεν καὶ ἄκουαν αὐτὴν Ῥωμαίοις ἔθος καλεῖν ἀπὸ τῆς ἰσότητος, τὸ δ' ὕδωρ ὁμοιομερὲς καὶ ἶσον τὴν φύσιν. καὶ καλῶς ἄκουα πρὸς αὐτῶν ὠνόμασται, ἐπειδὴ τὴν ἰσότητα ἤτοι ὁμοιομέρειαν ἀπὸ τοῦ ἄκουα κατὰ παραγωγὴν ἐπικαλοῦσιν. 4.47 Τὸ σίβυλλα Ῥωμαϊκὴ λέξις ἐστὶν ἑρμηνευομένη προφῆτις ἤγουν μάντις, ὅθεν ἑνὶ ὀνόματι αἱ θήλειαι μάντιδες ὠνομάσθησαν Σίβυλλαι· γεγόνασι δὲ Σίβυλλαι δέκα ἐν διαφόροις τόποις καὶ χρόνοις. πρώτη ἡ καὶ Χαλδαία ἡ καὶ Περσὶς ἡ καὶ πρός τινων Ἑβραία ὀνομαζομένη, ἧς τὸ κύριον ὄνομα Σαμβήθη, ἐκ τοῦ γένους τοῦ μακαριωτάτου Νῶε, ἡ περὶ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα λεγομένη προειρηκέναι, ἧς μνημονεύει Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἱστορήσας, ἡ περὶ τοῦ δεσπότου θεοῦ μυρία προθεσπίσασα καὶ τῆς αὐτοῦ παρουσίας· ἀλλὰ καὶ αἱ λοιπαὶ συνᾴδουσιν αὐτῇ, πλὴν ὅτι ταύτης εἰσὶ βιβλία εἰκοσιτέσσαρα περὶ παντὸς ἔθνους καὶ χώρας περιέχοντα. ὅτι δὲ οἱ στίχοι αὐτῆς ἀτελεῖς εὑρίσκονται καὶ ἄμετροι, οὐ τῆς προφήτιδός ἐστιν ἡ αἰτία ἀλλὰ τῶν ταχυγράφων, οὐ συμφθασάντων τῇ ῥύμῃ τῶν λεγομένων ἢ καὶ ἀπαιδεύτων γενομένων καὶ ἀπείρων γραμματικῶν· ἅμα γὰρ τῇ ἐπιπνοίᾳ ἐπέπαυτο ἐν αὐτῇ ἡ τῶν λεχθέντων μνήμη, καὶ διὰ τοῦτο εὑρίσκονται στίχοι ἀτελεῖς καὶ διάνοια σκάζουσα, εἴτε κατ' οἰκονομίαν θεοῦ τοῦτο γέγονεν, ὡς μὴ γινώσκοιντο ὑπὸ τῶν πολλῶν καὶ ἀναξίων οἱ χρησμοὶ αὐτῆς. δευτέρα Σίβυλλα ἡ Λίβυσσα, τρίτη Σίβυλλα ἡ ∆ελφίς, ἡ ἐν ∆ελφοῖς τεχθεῖσα· γέγονε δὲ αὕτη πρὸ τῶν Τρωϊκῶν καὶ ἔγραψε χρησμοὺς δι' ἐπῶν ἐν τοῖς χρόνοις τῶν κριτῶν, ὁπηνίκα ∆εβώρα προφῆτις ἦν παρὰ Ἰουδαίοις. τετάρτη Ἰταλικὴ ἡ ἐν Κιμμερίᾳ τῆς Ἰταλίας, πέμπτη Ἐρυθραία ἀπὸ πόλεως Ἐρυθρᾶς καλουμένης ἐν Ἰωνίᾳ, ἡ περὶ τοῦ Τρωϊκοῦ προειρηκυῖα πολέμου. ἕκτη Σαμία, ἧς τὸ κύριον ὄνομα Φυτώ, περὶ ἧς ἔγραψεν Ἐρατοσθένης, καὶ αὕτη ἐν τοῖς χρόνοις τῶν παρὰ Ἰουδαίοις κριτῶν ἦν. ἑβδόμη Κυμαία ἡ καὶ Ἀμάλθεια ἢ Ἡροφίλη· ἡ δὲ Κύμη πόλις ἐστὶν Ἰταλική, ἧς πλησίον ἄντρον ἐστὶ συνηρεφὲς καὶ γλαφυρώτατον, ἐν ᾧ διαιτωμένη ἡ Σίβυλλα αὕτη τοὺς χρησμοὺς ἐδίδου τοῖς πυνθανομένοις. ὀγδόη ἡ Γεργιθία· πολίχνη δὲ περὶ τὸν Ἑλλήσποντον τὸ Γεργίθιον. ἐννάτη Φρυγία, δεκάτη ἡ Τιβουρτία ὀνόματι Ἀλβουναία. ὅτι ἡ Ἰουδαία Σίβυλλα καὶ Χαλδὶς ἐκαλεῖτο· καὶ γὰρ ὁ Φίλων τὸν Μωυσέως βίον ἀναγράφων Χαλδαῖον εἶναι αὐτὸν λέγει, γεγενῆσθαι δὲ ἐν Αἰγύπτῳ, ὡς τῶν προγόνων αὐτοῦ ἐκεῖσε κατελθόντων διὰ λιμὸν κατασχόντα Βαβυλῶνά τε καὶ τὰς πλησιοχώρους. καὶ ὡς ἔοικεν, ἀπ' ἀρχῆς οἱ Χαναναῖοι οὕτως ἐκαλοῦντο, ἢ διὰ τὸ τὸν Ἀβραὰμ ἐκεῖθεν ὡρμῆσθαι. λέγει δὲ ὁ αὐτὸς Φίλων καὶ περὶ τῶν συγγραμμάτων τοῦ Μωυσέως, ὅτι ὑπ' αὐτοῦ μὲν τῇ Χαλδαϊκῇ γλώττῃ ἐγράφη, ὕστερον δὲ ὑπὸ Πτολεμαίου εἰς τὴν Ἑλλάδα μετεφράσθη, ὃς τρίτος ἦν τῶν ἀπ' Ἀλεξάνδρου τὴν Αἴγυπτον παραλα βόντων, Φιλάδελφος ἐπικεκλημένος. ταύτης δὲ τῆς Ἑβραίας Σιβύλλης βίβλῳ ἐνέτυχον ἐν Κύπρῳ, ἐν ᾗ πολλὰ καὶ τῶν ἑλληνικῶν προφητεύσασα διαλαμβάνει· καὶ μέντοι καὶ περὶ Ὁμήρου, ὅτι ἀναστήσει ὁ θεὸς