435
∆ιοκλητιανός, διὰ τῆς Αἰγύπτου ἐπὶ τοὺς Αἰθίοπας ἀπιών, συμβαλεῖν αὐτῷ μετὰ δυνάμεως ἀξιομάχου ἐξέπεμψεν. ος καὶ συμμίξας τοῖς Πέρσαις ἡττήθη καὶ εφυγεν. αυθις δὲ μετὰ πλείονος αὐτὸν ὁ ∆ιοκλητιανὸς ἐξέπεμψε στρατιᾶς. συμβαλὼν ουν αὐτοῖς πάλιν, ουτως ἐνίκησεν ὡς καὶ τὴν προτέραν ητταν ἀνακαλέσασθαι. τούς τε γὰρ πλείονας ἀπέκτεινε τῶν Περσῶν καὶ τὸν Ναρσῆν τρωθέντα μέχρι τῆς ἐνδοτέρας Περσίδος ἐδίωκε, καὶ τὰς τούτου γυναῖκας καὶ τοὺς παῖδας καὶ ἀδελφὰς αἰχμαλώτους ἀπήγαγε, καὶ χρήματα οσα ἐπήγετο Ναρσῆς στρατευόμενος ἐχειρώσατο, καὶ πολλοὺς τῶν ἐν Πέρσαις ἐπιφανῶν. ἀναρρωσθεὶς δ' ἐκ τοῦ τραύματος 3.162 ὁ Ναρσῆς πρεσβείαν πρὸς ∆ιοκλητιανὸν καὶ Γαλέριον ἐποιήσατο, τοὺς παῖδας καὶ τὰς γυναῖκας ἀποδοθῆναι αὐτῷ ἀξιῶν σπονδὰς θέσθαι εἰρηνικάς. καὶ ετυχε τῆς αἰτήσεως, ἐκστὰς τοῖς ̔Ρωμαίοις οσων ἐβούλοντο. Καὶ αλλους δὲ πολλοὺς πολέμους κατώρθωσαν ∆ιοκλητιανὸς καὶ Μαξιμιανός, τοὺς μὲν δι' ἑαυτῶν η τῶν Καισάρων, τοὺς δὲ διὰ στρατηγῶν, καὶ τοὺς ορους τῆς βασιλείας ἐπλάτυναν. οις ἐπαρθεὶς ὁ ∆ιοκλητιανὸς καὶ μέγα φρονήσας οὐκέτι προσαγορεύεσθαι παρὰ τῆς γερουσίας ὡς πρῴην ἠνείχετο, ἀλλὰ προσκυνεῖσθαι ἐθέσπισε, καὶ τὰς ἐσθῆτας ἑαυτοῦ καὶ τὰ ὑποδήματα χρυσῷ καὶ λίθοις καὶ μαργάροις ἐκόσμησε, καὶ πλείονα πολυτέλειαν τοῖς βασιλικοῖς παρασήμοις ἐνέθετο. οἱ πρῴην γὰρ βασιλεῖς κατὰ τοὺς ὑπάτους τετίμηντο, καὶ τῆς βασιλείας παράσημον μόνον ειχον πορφυροῦν περιβόλαιον. Τοῦ διωγμοῦ δ' ἐπιταθέντος, καὶ ἀναριθμήτων ἀνδρῶν καὶ γυναικῶν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θνησκόντων, καὶ τῶν πιστῶν ετι πλεοναζόντων, ἐκμανέντες οἱ τύραννοι ουτοι περὶ τὸ ἐννεακαιδέκατον ετος τῆς ∆ιοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκάπτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ' αλλων τοὺς ἀξίαις η στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς δὲ τύχης ἰδιώτιδος οντας δουλοῦσθαι. 3.163 Ηδη δὲ εἰκοστὸν διανύσαντος ἐνιαυτὸν ∆ιοκλητιανοῦ παρὰ τῇ ἀρχῇ, ἐκ συμφώνου αμφω τὼ αὐτοκράτορε τὴν βασιλείαν ἀπέθεντο, δημοσίᾳ μὲν τὸν οχλον τῶν πραγμάτων ἀποσκευάζεσθαι λέγοντες· οις δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, οτι μὴ περιγενέσθαι χριστιανῶν ἠδυνήθησαν μηδ' ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύειν αἱρούμενοι. ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, ∆ιοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς ∆αλματίας διῆγεν, ητις ην αὐτοῦ καὶ πατρίς, ὁ δ' ̔Ερκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν ̔Ρώμῃ κατήγαγον θρίαμβον, ἐν ῳ τάς τε τοῦ Ναρσοῦ γαμετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον οσον ἐκ Περσῶν ἐληίσαντο. ̓Αλλ' ἐνταῦθα δηλωθῆναι καλὸν οθεν τὸ τοῦ θριάμβου ἐξείληπται ονομα. φασὶν ουν κληθῆναι τοῦτον ἐκ τῶν θρίων, α ἐστι τὰ τῆς συκῆς φύλλα. πρὸ γὰρ τοῦ τὰ προσωπεῖα ἐπινοηθῆναι τοῖς σκηνικοῖς συκῆς φύλλοις τὰ ἑαυτῶν καλύπτοντες πρόσωπα δι' ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρατιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες οψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νομίζεται θριάμβους τὰς ἐπινικίους πομπάς. ετεροι δέ 3.164 φασιν ὀνομασθῆναι τὸν θρίαμβον, οτι ἐκ τριῶν οἱ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν τινα κληθῆναι, ἀντὶ δὲ τοῦ ˉτ τὸ ˉθ παραληφθῆναι διὰ τὸ εὐφωνότερον. Μετὰ δὲ τὴν ἐπινίκιον ταύτην πομπὴν ἐκεῖνοι μὲν τῆς ἐξουσίας ἀπέστησαν, τοὺς Καίσαρας δ' ἀνέδειξαν αὐτοκράτορας, μερίσαντες αὐτοῖς τὴν ἀρχήν,