434
πατέρων δ' ἀσήμων, τινὲς δὲ καὶ ἀπελεύθερον αὐτόν φασιν ̓Ανουλίνου συγκλητικοῦ, ἐξ εὐτελῶν στρατιωτῶν δοὺξ Μυσίας ἐγένετο. αλλοι δὲ κόμητα δομεστίκων αὐτὸν γενέσθαι φασί· δομεστίκους δέ τινες τοὺς ἱππέας νομίζουσι. διαλεγόμενος δὲ τοῖς στρατιώταις διεβεβαίου μὴ κοινωνῆσαι τῷ φόνῳ τοῦ Νουμεριανοῦ· καὶ ἐν τῷ ταῦτα λέγειν στραφεὶς πρὸς τὸν Απρον επαρχον οντα τοῦ στρατεύματος "ουτος" εφη "ὁ ἐκείνου φονεύς," καὶ αὐτίκα τῷ μετὰ χεῖρας ξίφει αὐτὸν ἀνεῖλεν. ἐν δὲ τῇ ̔Ρώμῃ γενόμενος τῶν τῆς ἀρχῆς πραγμάτων ἀντεποιεῖτο καὶ τῆς τούτων ηψατο διοικήσεως. ἀπιδὼν δὲ πρὸς τὸ τῆς βασιλείας ὑπέρογκον, κοινωνὸν αὐτῆς προσλαμβάνεται κατὰ τὸ τέταρτον ετος τῆς ἡγεμονίας αὐτοῦ, η καθ' ἑτέρους κατὰ τὸ δεύτερον, Μαξιμιανὸν τὸν ̔Ερκούλιον, μὴ ἑαυτὸν μόνον ἀρκοῦντα πρὸς τοσαύτης ἀρχῆς διοίκησιν λογισάμενος. Αμφω τοίνυν συμπνεύσαντες διωγμὸν ἐγείρουσι κατὰ χριστιανῶν, τῶν πρὶν γεγονότων ἁπάντων σφοδρότερόν τε καὶ ἀγριώτερον. ἐκθύμως γὰρ η μᾶλλον περιμανῶς τὸ τοῦ θεοῦ ἡμῶν ̓Ιησοῦ Χριστοῦ εσπευδον ἐκ πάσης γῆς ἐξαλεῖψαι σωτήριον ονομα. οτε κατὰ πᾶσαν πόλιν καὶ χώραν τοσοῦτοι ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσαντο, ὡς μηδ' ἀριθμῷ σχεδὸν αὐτοὺς ὑπαχθῆναι ῥᾴδιον ειναι· εργον γὰρ τοῦτο τῶν αλλων ἁπάντων ἐτίθεντο σπουδαιότερον. Βουσίρεως δὲ καὶ Κοπτοῦ πόλεων Αἰγυπτιακῶν περὶ τὰς ἐκεῖ Θήβας οἰκουμένων εἰς ἀποστασίαν ἐκκλινασῶν, ὁ ∆ιοκλητιανὸς ἐκστρατεύσας κατ' αὐτῶν ειλέ τε αὐτὰς καὶ κατέσκαψεν. ειτ' αυθις 3.160 ̓Αλεξάνδρεια καὶ ἡ Αιγυπτος ἀντῆραν χεῖρα ̔Ρωμαίοις, ̓Αχιλλέως τινὸς εἰς τοῦτο τοὺς Αἰγυπτίους ὑπαγαγόντος· ἀλλὰ ̔Ρωμαίων αὐτοῖς ἐπελθόντων σὺν ∆ιοκλητιανῷ, οὐκ ἀντέσχον ἐπὶ πολύ, καὶ πολλοὶ τῶν αἰτίων τῆς στάσεως ἀνῃρέθησαν, καὶ αὐτὸς ̓Αχιλλεύς. ∆ιοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς Καίσαρας ἐχειροτόνησαν τοὺς ἑαυτῶν κηδεστάς, ὁ μὲν ∆ιοκλητιανὸς Μαξιμῖνον τὸν Γαλέριον, τὴν οἰκείαν θυγατέρα συζεύξας αὐτῷ Βαλερίαν· ὁ δ' ̔Ερκούλιος Μαξιμιανὸς Κώνσταντα, ος ἐπεκλήθη Χλωρὸς διὰ τὴν ὠχρότητα, θυγατριδοῦν οντα Κλαυδίου τοῦ πρὸ μικροῦ βασιλεύσαντος, ὡς ηδη μοι ειρηται, καὶ αὐτὸς τούτῳ τὴν ἑαυτοῦ θυγατέρα Θεοδώραν κατεγγυήσας. καὶ αμφω δὲ τὼ Καίσαρε τούτω γαμετὰς εἰχέτην, ἀλλὰ διὰ τὸ πρὸς τοὺς βασιλεῖς κῆδος τὰς μὲν ἀπώσαντο, ταῖς δὲ τῶν βασιλέων θυγατράσι συνῴκησαν. ̓Αμάνδου δέ τινος νεωτερίσαντος ἐν Γαλλίαις, Μαξιμιανὸς ἐκεῖσε γενόμενος τὸν νεωτερισμὸν κατέστειλε. Κράσσον δὲ Βρεττανίαν κατεσχηκότα ἐπὶ ἐνιαυτοὺς τρεῖς ὁ επαρχος ἀνεῖλεν ̓Ασκληπιόδοτος· καὶ πέντε τινῶν Γεντιανῶν τὴν ̓Αφρικὴν κατασχόντων ὁ ̔Ερκούλιος τούτους κατηγωνίσατο. ̔Ο δέ γε Καῖσαρ Κώνστας ἐν ταῖς Γαλλίαις πρὸς ̓Αλαμαννοὺς μαχόμενος τῆς αὐτῆς ἡμέρας ηττητο καὶ νενίκηκε. πρότερον μὲν γὰρ τῶν ̓Αλαμαννῶν τῇ αὐτοῦ στρατιᾷ μετὰ ῥύμης ἐφορμησάντων σφοδρᾶς, εἰς φυγὴν ἐτράπησαν απαντες. οις καὶ αὐτὸς ὁ Κώνστας συναποδιδράσκων ἑάλω αν παρὰ βραχύ. ὀπίσω γὰρ ἐρχόμενος κεκλεισμένας ευρε τὰς πύλας τῆς πόλεως. οἱ δὲ διώκοντες ἐγγίζοντες ηδη ετοιμοι ησαν ἐκεῖνον 3.161 συλλήψεσθαι, καὶ καν ἀπήχθη δέσμιος, εἰ μὴ σχοίνους ἐκ τοῦ τείχους ανωθεν καθιμήσαντες ταύταις αὐτὸν ἀνιμήσαντο. ουτω δὲ περισωθεὶς καὶ τῆς πόλεως ἐντὸς γεγονώς, καὶ τὴν στρατιὰν ἀθροίσας αὐτίκα καὶ λόγοις αὐτὴν παρακλητικοῖς εἰς ἀλκὴν διεγείρας καὶ θάρσος οιον ἐμπνεύσας αὐτῇ, εξεισιν εὐθὺς καὶ συμμίξας τοῖς πολεμίοις νικᾷ νίκην περιφανῆ, ωστε περὶ ἑξήκοντα χιλιάδας ἐκείνων πεσεῖν. Περσῶν δὲ Ναρσοῦ βασιλεύοντος, ος εβδομος ἀναγράφεται βασιλεῦσαι Περσῶν ἀπὸ ̓Αρταξέρξου, ου πρόσθεν ἡ ἱστορία ἐμνημόνευσεν ὡς αυθις Πέρσαις ἀνανεωσαμένου τὴν βασιλείαν· μετὰ γὰρ τὸν ̓Αρταξέρξην τοῦτον η ̓Αρταξάρην, διώνυμον οντα, Σαπώρης ηρξε Περσῶν, καὶ μετ' ἐκεῖνον ̔Ορμίσδας, ειτα Οὐαραράνης, καὶ μετὰ τοῦτον Οὐαραράκης, καὶ αυθις αλλος Οὐαραράνης, καὶ ἐπὶ τούτοις Ναρσῆς· τοῦ Ναρσοῦ τοίνυν τούτου τότε τὴν Συρίαν ληιζομένου, τὸν ιδιον γαμβρὸν τὸν Γαλέριον Μαξιμῖνον ὁ