176
αὐτῷ· προφήτης γὰρ ελεγεν ειναι καὶ σχίσαι τὸν ποταμὸν προστάγματι δύνασθαι· καὶ πλείστους ἠπάτησε. πέμψας δ' ἐπ' αὐτοὺς ιλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ' ἐζώγρησε, καὶ αὐτὸν τὸν Θευδᾶν, ου τὴν κεφαλὴν ἐκτεμόντες ἐκόμισαν εἰς ̔Ιεροσόλυμα. Φάδον δὲ Τιβέριος ̓Αλέξανδρος διεδέξατο, ̓Αλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν ̓Αλεξανδρείᾳ υἱός. καὶ οἱ παῖδες δὲ τοῦ Γαλιλαίου ̓Ιούδα ̓Ιάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστήσαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, ους ἀνεσταύρωσεν ὁ ̓Αλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βασιλεύων ̔Ηρώδης μεταστήσας τῆς ἀρχιερωσύνης ̓Ιωσὴφ τὸν τοῦ Κεμεδῆ, ̓Ανανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ ̓Αλεξάνδρῳ Κούμανος ηλθε διάδοχος. ἐν ὀγδόῳ δ' ετει τῆς Κλαυδίου μοναρχίας ̔Ηρώδης ὁ τοῦ μεγάλου ̓Αγρίππου ἀδελφὸς τελευτᾷ ἐφ' υἱέσι τρισί· τὴν δ' ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ ̓Αγρίππᾳ δέδωκε Κλαύδιος. Κουμάνου δὲ τῆς ̓Ιουδαίας ἐπιτροπεύοντος πλῆθος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς ̔Ιεροσόλυμα 2.42 ηθροιστο. ινα γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους οντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος εστησε καταστελοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο δὲ καὶ οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ' ἡμέρᾳ τῆς ἑορτῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ' ἐθυμοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἱ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ ος πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν ηκειν εἰς τὴν ̓Αντωνίαν τὸ φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος ουν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ωρμησε, καὶ τῶν ἐξόδων στενῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ ὑπ' ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διεφθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας· καὶ πένθος ην ἀντὶ πανηγύρεως. Ουπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ετερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοιποροῦντα λῃστεύσαντες απασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κελεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ' αὐτὸν ἀγαγεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινομένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτάσθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις εν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ' οψεσι πολλῶν διέρρηξεν αὐτοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν ουν τῷ Κουμάνῳ οἱ ̓Ιουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, ουπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδικῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν 2.43 νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν. ̓Αλλὰ καὶ Σαμαρείταις εχθρα πρὸς ̓Ιουδαίους ἐγένετο· ἡ δ' αἰτία ην αυτη. Γαλιλαῖοι εἰς ̔Ιεροσόλυμα πορευόμενοι διά τινος κώμης ωδευον τῶν Σαμαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖλον. οἱ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικηθῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόντισεν. ἀγανακτήσαντες ουν οἱ Γαλιλαῖοι πρὸς οπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας ειλεν. οἱ πρῶτοι δέ γε τῶν ̔Ιεροσολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ οπλα ῥίψαντας ἠρεμεῖν· καὶ επεισαν. οἱ μὲν ουν διελύθησαν, ἡ χώρα δ' ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα κατηγόρουν τῶν ̓Ιουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. ̓Ιουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στάσεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμένον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουαδράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ηξειν εἰς τὴν ̓Ιουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ηκεν ουν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ