390
οιος τεχνίτης ἀπόλλυμαι." δυσθανατοῦντα δ' αὐτὸν ὁ ̓Επαφρόδιτος προσκατειργάσατο. ̔Ο μὲν ουν ουτω κατὰ τὸν ̓Ιούλιον ἐτελεύτησε μῆνα, βιοὺς ετη τριάκοντα πρὸς μησὶν πέντε καὶ ἡμέραις εικοσιν, ἀφ' ων ηρξεν ετη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ δυοῖν ἡμερῶν δέοντας. ἐν δὲ τῷ ὀγδόῳ τῆς τούτου βασιλείας ετει πρῶτος ἐπίσκοπος ̓Αλεξανδρείας μετὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Μάρκον ̓Ανιανὸς γέγονεν. Γάλβας δ', ἐπεὶ ο τε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο καὶ ὁ ̔Ροῦφος αὐτῷ προσεχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ονομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν· ἀλλ' οὐδὲ τὸ τοῦ αὐτοκράτορος πρότερον εἰς οὐδὲν γράμμα ἐνεγεγράφει. τοὺς δὲ συκοφαντήσαντάς τινας ἐπὶ τοῦ Νέρωνος η ψευδομαρτυρήσαντας ἐκόλασε. καὶ οἱ δοῦλοι οἱ κατὰ τῶν δεσποτῶν πράξαντές τι η εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν. καὶ τὰ χρήματα δὲ καὶ τὰ κτήματα οσα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γε μὴν ὑπ' ἐκείνου φυγαδευθέντας ὡς ἠσεβηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς εἰκόνας αὐτῶν ἀποκατέστησεν. Οἱ δὲ ἐν ταῖς Γερμανίαις στρατιῶται προστησάμενοι Αυλον Οὐιτέλλιον ἐνανέστησαν. ὁ ουν Γάλβας τὴν ἐπανάστασιν πυθόμενος, Λούκιον Πείσωνα, νεανίσκον εὐγενῆ, ἐπιεικῆ, φρόνιμον, υἱοθετήσατο 3.44 καὶ ἀπέδειξε Καίσαρα. ὁ δὲ Οθων ὁ Μάρκος ὁ Σαλούιος, ἀγανακτήσας οτι μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβου υἱοθετήθη, ἐπανέστη αὐτῷ, τριάκοντα μόνους στρατιώτας ἑτοιμασάμενος. ἐπεὶ γὰρ θύοντι τῷ Γάλβᾳ μόνος τῶν βουλευτῶν αὐτῷ παρέστη, καὶ τοῦ ἱερόπτου ἐπιβουλευθήσεσθαι αὐτὸν εἰπόντος ηκουσε καὶ παραινοῦντος οικοι μεῖναι καὶ μηδαμῇ προελθεῖν, κατέδραμέ τε εὐθὺς ὡς ἐπ' αλλο τι εἰς τὸ στρατόπεδον ἀπιὼν καὶ ὑπὸ τῶν συνομωμοκότων αὐτῷ στρατιωτῶν εἰς τὸ τεῖχος εἰσήχθη, καὶ τοὺς αλλους στρατιώτας προσαναπείσας, η μᾶλλον εἰπεῖν, ἐκπριάμενος πολλαῖς ὑποσχέσεσι, παρ' ἐκείνων τε παραχρῆμα καὶ τῶν αλλων ελαβε τὴν ἀρχήν. ̔Ο Γάλβας δὲ μαθὼν τὰ πρασσόμενα επεμψεν εἰς τὸ στρατόπεδόν τινας ὡς μεταπεῖσαι τοὺς ἐν αὐτῷ δυνησόμενος. κἀν τούτῳ στρατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, φάσκων "θάρσει, αὐτόκρατορ· Οθωνα γὰρ ἀπέκτεινα." πιστεύσας ουν ὁ Γάλβας εἰς τὸ Καπιτώλιον ὡς θύσων ωρμησε. καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἀπαντήσαντες αὐτῷ ἱππεῖς καὶ πεζοὶ ἐκεῖ τὸν γέροντα, τὸν υπατον, τὸν ἀρχιερέα, τὸν Καίσαρα, τὸν αὐτοκράτορα πολλῶν ὁρώντων κατέκοψαν· καὶ τὴν κεφαλὴν ἀποκόψαντες κοντῷ ἐνέπειραν. καὶ ὁ μὲν ουτως ἐφονεύθη, τοῦτο μόνον εἰπών "καὶ τί κακὸν ἐποίησα;" ἀπέθανε δὲ καὶ ὁ Πείσων καὶ αλλοι συχνοί. πράξαντες δὲ ταῦτα οἱ στρατιῶται, καὶ τὰς κεφαλὰς ἐκείνων ἀποτεμόντες, πρός τε τὸν Οθωνα αὐτὰς ἐν τῷ στρατοπέδῳ καὶ εἰς τὸ συνέδριον ἐκόμισαν, ωστε τοὺς βουλευτὰς καταπλαγέντας χαίρειν τε προσποιεῖσθαι καὶ τῷ Οθωνι πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ψηφίσασθαι. οὐκ ἐλάνθανε δὲ οτι αὐτὸς τὴν βουλὴν ἐβιάζετο 3.45 καὶ ὡς ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος αρξειν εμελλε. Γάλβᾳ μὲν ουν ζήσαντι ετη δύο καὶ ἑβδομήκοντα καὶ ἡμέρας τρεῖς καὶ εικοσιν, αρξαντι δὲ μῆνας ἐννέα καὶ ἡμέρας τρισκαίδεκα, τοῦτο τέλος ἐγένετο· ὁ δὲ Οθων μετέγνω μὲν ἐπὶ τοῖς πεπραγμένοις, τῶν ἱερῶν αὐτῷ θύοντι πονηρῶν ὀφθέντων καὶ αλλων σημείων αὐτῷ γενομένων, ἀλλ' οὐκ ειχεν εἰς τὴν ἀρχὴν εἰσελθὼν ἀναδῦναι. καὶ ἐνέμεινεν αὐτῇ καὶ δίκην δέδωκεν. ̓Εν τούτοις δέ τις πλασάμενος Νέρων ειναι ἐκ τῆς πρὸς τὸν Νέρωνα ουσης ἐμφερείας αὐτῷ τὴν ̔Ελλάδα ὀλίγου πᾶσαν ἐτάραξε, καὶ χεῖρα κακούργων ἀνδρῶν ἀθροίσας πρὸς τὰ ἐν τῇ Συρίᾳ στρατόπεδα ωρμησεν. ἐν Κύδνῳ δὲ περαιούμενον αὐτὸν ὁ Καλπούρνιος συνέλαβε καὶ ἀπέκτεινεν. ̔Ο δὲ Οθων λάθρᾳ πολλοὺς πρὸς τὸν Οὐιτέλλιον ἐπὶ καταλλαγῇ επεμψεν. ὡς δ' οὐκ ἐπείθετο, πρεσβευτὰς ἀπέστειλε φανερῶς. ουτε δὲ ἀπεκρίνατό τι αὐτοῖς Οὐιτέλλιος ουτε ἀντέπεμψεν αὐτούς. ειτα επεμψεν Οθων