162
ἀπέλυον, καὶ ̓Ιουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν ̓Αρχέλαον, τὸ δ' ημισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς αρχοι· ην δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ' ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν ̓Αντίπᾳ καὶ Φιλίππῳ παισὶν ἑτέροις ̔Ηρώδου διένειμε· καὶ τῷ μὲν ̓Αντίπᾳ ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσέφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ' οις ὁ ̔Ηρώδης κατέλιπε καὶ τὸ ἐν ̓Ασκάλωνι βασίλειον δίδωσιν· ἐκ πάντων δ' εἰσήγετο ταύτῃ δασμὸς ἑξήκοντα τάλαντα. Καὶ ταῦτα μὲν ουτως διῴκητο· νεανίας δέ τις 2.6 ̓Ιουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν ̔Ηρώδου συγγέ2.6 νειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο ̓Αλεξάνδρῳ τῷ ἀνῃρημένῳ ̔Ηρώδου υἱῷ. καί τινα παραλαβὼν ὁμόφυλον ανδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγματα, ̓Αλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν ̔Ηρώδου υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν αμφω τοὺς ἀδελφοὺς ἐσταλμένων αλλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοιούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖστα συναγαγὼν χρήματα εἰς ̔Ρώμην ἠπείγετο. Καῖσαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι ̔Ηρώδην, ἀγαγὼν δ' εἰς οψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ ειδος ειχεν ἐμφερὲς πρὸς τὸν ̔Ηρώδου ̓Αλέξανδρον, ὑπ' αὐτουργίας δ' ἐτετρύχωτο, καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ' οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν ουν ὁ Καῖσαρ περὶ ̓Αριστοβούλου ποῖ αν ειη· φαμένου δ' ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ιν' ει τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαίνει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρωμένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις συνέταξε· τὸν δ' ἐπὶ τούτοις ἐκείνῳ συμπνέοντα εκτεινεν. ̓Αρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην ἐξ ̓Ιωαζάρου τοῦ Βοηθοῦ, καὶ ἀντικαθίστησιν ̓Ελεάζαρ τὸν ἐκείνου ἀδελφόν. καὶ Γλαφύραν αγεται πρὸς γάμον τὴν ̓Αρχελάου παῖδα, ̓Αλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, ἀφ' ου καὶ τέκνα ην αὐτῇ, ἀπειρημένου τῷ νόμῳ 2.7 ἀδελφῶν αγεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώτων ἐχούσας. καὶ τὸν ̓Ελεάζαρ δὲ μετὰ μικρὸν ἐκβαλὼν ̓Ιησοῦν ἀντεισήγαγε τὸν παῖδα Σεέ. ἀνύων δ' ετος ἐν τῇ ἀρχῇ δέκατον κατηγορήθη παρὰ Καίσαρι πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ολον τυραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖσαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο. ̓Ονείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ ̓Αρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλήρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. αλλοι μὲν ουν αλλως ἐξηγοῦντο τὸν ονειρον, Σίμων δὲ τὸ γένος ̓Εσσαῖος μεταβολὴν πραγμάτων ελεγε φέρειν ̓Αρχελάῳ τὴν οψιν, οὐ μέντοι ἐπ' ἀγαθῷ. τοὺς μὲν γὰρ βόας κακοπαθείας σύμβολον ειναι, ζῷα ἐπ' εργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβολῆς οτι δι' αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρόνον ἐξήκειν τῷ ̓Αρχελάῳ. Καὶ τῇ γυναικὶ δὲ τοῦ ̓Αρχελάου Γλαφύρᾳ ονειρος τεθέαται ετερος. αυτη γάρ, ὡς ἱστόρηται, ̓Αλεξάνδρῳ πρότερον συνῴκει ̓Αρχελάου ὁμαίμονι· ἀναιρεθέντος δ' ἐκείνου ̓Ιόβᾳ τῷ Λιβύων γεγάμητο βασιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος ̓Αρχελάῳ γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψαμένῳ, καὶ ταῦτα παῖδας ἐξ ̓Αλεξάνδρου εχουσα. ἐδόκει γοῦν ἡ γυνὴ τὸν ̓Αλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν "Γλαφύρα, ἀληθεύειν αρα τὸν λόγον ἀπέδειξας ος ἀπίστους ειναι τὰς γυ2.8 ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοικήσασα,