317
τοῦ Εὐρωπαίου ἀποδάσμιον. Βρέννον γάρ ποτε βασιλέα σφῶν προστησάμενοι τήν τε ̔Ελλάδα καὶ τὴν Θρᾴκην ἐπέδραμον, κἀκεῖθεν εἰς τὴν Βιθυνίαν διαβάντες μέρη τινὰ τῆς τε Φρυγίας καὶ τῆς Παφλαγονίας τῆς τε Μυσίας τῆς πρὸς τῷ ̓Ολύμπῳ καὶ Καππαδοκίας ἀπετέμοντο καὶ ἐν αὐτοῖς κατῴκησαν, καὶ νῦν εθνος ιδιόν εἰσι τὸ ονομα τῶν Γαλατῶν φέροντες. ουτοι δὴ πράγματα τῷ Μαλλίῳ παρέσχον. ἀλλὰ καὶ τούτων ἐκράτησε, τὴν μὲν Αγκυραν τὴν πόλιν ἑλὼν ἐξ ἐπιδρομῆς, τὰς δ' αλλας ὁμολογίᾳ παραστη2.311 σάμενος. πράξας δὲ ταῦτα καὶ συχνὸν παρὰ ̓Αριαράθους τοῦ Καππαδοκῶν βασιλέως ἀργύριον ἐπὶ εἰρήνῃ λαβὼν ἀπῆρεν οικαδε. Οἱ δ' Αἰτωλοὶ πρέσβεις τὸ δεύτερον ὑπὲρ εἰρήνης ἐς τὴν ̔Ρώμην πέμψαντες αὐτοὶ αυθις ἐνεωτέριζον. διὸ οἱ ̔Ρωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν ̔Ελλάδα ἀνέθεντο. ὁ δὲ ἐς ̓Αμβρακίαν τὴν πόλιν πρῶτον ωρμησε μεγάλην ουσαν, ην γάρ ποτε τοῦ Πύρρου βασίλειον, τότε δὲ κατείχετο πρὸς τῶν Αἰτωλῶν, καὶ ἐπολιόρκει αὐτήν· οἱ ουν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθησαν· ὡς δ' οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν ̓Αμβρακίαν εἰσέπεμψαν. οἱ δὲ ̔Ρωμαῖοι δι' ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάνθανον τοὺς πολιορκουμένους, ἐπεὶ δ' ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνοοῦντες δ' οπῃ ὀρύσσοιτο, χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ενδοθεν, καὶ πελάσαντες τοῖς ̔Ρωμαίοις ῃεσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλκοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν, καὶ εἰς τὸν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσφέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οια ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ον οὐδεὶς τῶν ̔Ρωμαίων ὑπέμενεν. οθεν ἀπογνόντες οἱ ̔Ρωμαῖοι ἐσπείσαντο καὶ τὴν πο2.312 λιορκίαν κατέλυσαν. ὁμολογησάντων δ' αὐτῶν καὶ οἱ Αἰτωλοὶ μετεβάλοντο· καὶ διεπράξαντο ἀνοχήν, ειτα καὶ εἰρήνην παρὰ τοῦ δήμου, πολλὰ μὲν χρήματα, πολλοὺς δὲ καὶ ὁμήρους δόντες. καὶ ὁ Φουλούιος τὴν Κεφαλληνίαν ὁμολογίᾳ παρεστήσατο καὶ τὴν Πελοπόννησον στασιάζουσαν κατεστήσατο. Γαΐου δὲ Φλαμινίου καὶ Αἰμιλίου Λεπίδου ὑπατευόντων μετέπειτα ὁ ̓Αντίοχος εθανε, καὶ αὐτὸν ὁ υἱὸς ὁ Σέλευκος διεδέξατο· τελευτήσαντος δὲ κἀκείνου πολλῷ υστερον ὁ εἰς τὴν ̔Ρώμην ὁμηρεύων ̓Αντίοχος ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι οτι πόλεών τινων ἐστερήθη ἐν Θεσσαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αινου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς Αλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν κτίσαι ἠθέλησαν. ων ὁ Μάρκος ὁ Μάρκελλος τά τε οπλα ἀφείλετο καὶ ταλλα οσα ἐπεκομίζοντο· οἱ δ' ἐν τῇ ̔Ρώμῃ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι πάντα ἀπέδωκαν. Τότε δὲ καὶ ὁ ̓Αννίβας ἀπέθανε. πρέσβεων γὰρ πρὸς τὸν Προυσίαν τὸν τῆς Βιθυνίας κρατοῦντα πεμφθέντων ἐκ ̔Ρώμης δι' αλλα τέ τινα καὶ οπως καὶ τὸν ̓Αννίβαν ἐκδοίη παρ' αὐτῷ οντα, προμαθὼν τοῦτ' ἐκεῖνος καὶ διαδρᾶναι μὴ οιός τε ων ἑαυτὸν διεχρήσατο. χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ Λιβύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ετυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ τυγχάνων καλουμένῳ Λιβύσσῃ. καὶ ὁ ̓Αφρικανὸς δὲ Σκιπίων τότε μετήλλαξε. 2.313 Φίλιππος δὲ ὁ Μακεδόνων βασιλεύς, τὸν υἱὸν ∆ημήτριον ἀποκτείνας καὶ τὸν ετερον υἱὸν τὸν Περσέα μελλήσας φονεύσειν, ἀπέθανεν. ἐπεὶ γὰρ προσφιλὴς τοῖς ̔Ρωμαίοις ἐκ τῆς ὁμηρείας ἐγένετο ὁ ∆ημήτριος, καὶ αὐτός τε καὶ οἱ λοιποὶ τῶν Μακεδόνων ηλπιζον οτι μετὰ τὸν Φίλιππον τὴν βασιλείαν λήψεται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, ατε καὶ πρεσβύτερος αὐτοῦ ων, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύτησεν, ὁ δὲ