305
ὠνείδισε καὶ ἠπείλησε, καὶ 2.280 τέλος "πάντες μέν" εφη "θανεῖν ἐστε αξιοι, οὐ μέντοι πάντας θανατώσω αὐτός, ἀλλ' ὀλίγους ους καὶ ηδη συνείληφα δικαιώσω, τοὺς δὲ αλλους ἀφίημι." ταῦτα εἰπὼν εἰς τὸ μέσον τοὺς δεδεμένους παρήγαγε, καὶ σταυροῖς προσδήσας καὶ αἰκισάμενος ἀπέκτεινεν. ὡς δέ τινες τῶν παρεστηκότων ἀγανακτήσαντες ἐθορύβησαν, συχνοὺς καὶ ἐκείνων ἐκόλασε. καὶ μετὰ τοῦτο τὴν μισθοφορὰν τοῖς αλλοις δοὺς ἐπὶ τὸν ̓Ινδίβιλιν καὶ ἐπὶ τὸν Μανδόνιον ἐστράτευσε. καὶ μὴ τολμώντων ἐκείνων συμμίξαι αὐτῷ, αὐτὸς ἐπέθετο καὶ ἐνίκησεν. ̔Ομολογησάντων δ' ἐκείνων, καὶ τῆς αλλης ̓Ιβηρίας τὰ πλείω αυθις ἐδουλώθη, καὶ ὁ Μάγων τὰ Γάδειρα ἐξέλιπε, καὶ ὁ Μασινίσσας τοῖς ̔Ρωμαίοις προσεχώρησεν. οἱ Καρχηδόνιοι γάρ, τελευτήσαντος ̓Ασδρούβα τοῦ ̓Αννίβου ὁμαίμονος, ἐψηφίσαντο τῆς μὲν ̓Ιβηρίας ἐκστῆναι, τὰ δὲ ἐν τῇ ̓Ιταλίᾳ ἀνακτήσασθαι· καὶ επεμψαν ἀργύριον τῷ Μάγωνι, ιν' ἐπικουρικὸν ἀθροίσας στρατεύσηται ἐπ' αὐτήν. καὶ ος πρὸς τὴν ̓Ιταλίαν αυθις ὁρμήσας ἀφίκετο πρὸς τὰς Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος ημαρτε, μὴ δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, οἱ γὰρ ἐπιχώριοι πόρρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποιεῖν οντες, εἰς δὲ τὴν μικροτέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. αἱ νῆσοι δ' αυται τῇ περὶ τὸν Ιβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ δὲ τρεῖς, ας Ελληνες μὲν καὶ ̔Ρωμαῖοι κοινῇ Γυμνησίας καλοῦσιν, Οὐαλερίας δὲ καὶ ̔Υασούσας οἱ Ιβηρες, ἰδίᾳ δ' ἑκάστην, τὴν μὲν Εβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ οἱ ̔Ρωμαῖοι κατέσχον. ̔Ο δὲ Μασινίσσας ἀνὴρ ην ἐν τοῖς κρατίστοις ἐξεταζόμενος· καὶ χειρὶ γὰρ καὶ βουλεύμασιν αριστος 2.281 ἐτύγχανε τὰ πολέμια. πρὸς δὲ τοὺς ̔Ρωμαίους ἐκ τῶν Καρχηδονίων ἐξ αἰτίας τοιᾶσδε μετήνεκτο. ὁ ̓Ασδρούβας ὁ τοῦ Γίσγωνος φίλος τε ην αὐτῷ καὶ Σοφωνίδα τὴν ἑαυτοῦ θυγατέρα αὐτῷ ἐνηγγύησε. τῷ Σύφακι δὲ συγγενόμενος, καὶ τὰ τῶν ̔Ρωμαίων αὐτὸν φρονοῦντα αἰσθόμενος, οὐκέτι τὰ ὡμολογημένα πρὸς τὸν Μασινίσσαν ἐφύλαξεν, ἀλλὰ θέλων τοῖς Καρχηδονίοις τὸν Σύφακα προσποιήσασθαι, οὐκ ἐλαχίστης δυνάμεως αρχοντα, τήν τε ἀρχὴν αὐτῷ συγκατέπραξεν, η τῷ Μασινίσσᾳ προσῆκε, τοῦ πατρὸς αὐτοῦ τότε θανόντος, καὶ τὴν Σοφωνίδα συνῴκισεν. ἡ δὲ τό τε κάλλος ἐπιφανὴς ην καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς ησκητο, ἀστεία τε καὶ αἱμύλος ην, καὶ ουτως ἐπαφρόδιτος ὡς ὀφθεῖσα η καὶ ἀκουσθεῖσα μόνον καὶ τὸν πάνυ δυσέρωτα κατεργάσασθαι. ̔Ο μὲν ουν Σύφαξ διὰ ταῦτα τοῖς Καρχηδονίοις προσέθετο, καὶ ὁ Μασινίσσας τὰ τῶν ̔Ρωμαίων ἀνθείλετο καὶ χρησιμώτατος αὐτοῖς διὰ πάντων ἐγένετο· Σκιπίων δὲ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν βίᾳ, τὰ δὲ ὁμολογίᾳ προσποιησάμενος ἐς τὴν Λιβύην στείλασθαι ἡτοιμάζετο. οἱ δ' ἐν τῇ ̔Ρώμῃ τὰ μὲν φθόνῳ τῶν κατορθωμάτων αὐτοῦ, τὰ δὲ φόβῳ μὴ ὑπερφρονήσας τυραννήσῃ, ἀνεκαλέσαντο αὐτόν, δύο τῶν στρατηγῶν διαδόχους αὐτῷ πέμψαντες. Καὶ ὁ μὲν ουτω τῆς ἀρχῆς ἐπαύθη, ὁ δέ γε Σουλπίκιος μετὰ τοῦ ̓Αττάλου κατὰ τὸν αὐτὸν χρόνον ̓Ωρεὸν μὲν προδοσίᾳ, ̓Οποῦντα δὲ ἰσχύϊ κατέσχεν. ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη αὐτοῖς ἐπαμῦναι διὰ ταχέων, τὰς διόδους προκατασχόντων τῶν Αἰτωλῶν. 2.282 ὀψὲ δέ ποτε ἐπελθών, εἰς τὰς ναῦς αὐτοῦ τὸν Ατταλον καταφυγεῖν ἐβιάσατο. ὁ μέντοι Φίλιππος σπείσασθαι τοῖς ̔Ρωμαίοις ἠθέλησε. καί τινων λόγων αὐτοῖς γενομένων τὰ μὲν τῆς εἰρήνης ἀφείθη, τοὺς δ' Αἰτωλοὺς ἀπὸ τοῦ συμμαχεῖν τοῖς ̔Ρωμαίοις μεταθέμενος φίλους ἑαυτοῦ ἐποιήσατο. ̔Ο δ' ̓Αννίβας τέως ἡσυχίαν ηγεν, ἀγαπῶν εἰ τὰ ὑπάρχοντά οἱ διασώσαιτο. καὶ οἱ υπατοι νομίζοντες αὐτὸν καὶ ανευ μάχης ἐκτρυχωθῆναι, ἀνεῖχον. Τῷ δ' ἐπιόντι ετει ο τε Σκιπίων ὁ Πούπλιος καὶ Λικίνιος Κράσσος ὑπάτευσαν. καὶ ὁ μὲν ἐν τῇ ̓Ιταλίᾳ εμεινεν, ὁ δὲ Σκιπίων ἐς Σικελίαν ἀπελθεῖν καὶ ἐς Λιβύην προσετέτακτο, ινα εἰ μὴ τὴν Καρχηδόνα αἱρήσει, τόν γε ̓Αννίβαν ἀπὸ τῆς ̓Ιταλίας τέως ἀνθελκύσῃ. ουτε δὲ στράτευμα ἀξιόλογον ουτε πρὸς τριήρεις ἀνάλωμα ελαβε, διὰ τὰς ἀριστείας φθονούμενος· μόλις δὲ καὶ τὰ πάνυ ἀναγκαῖα παρέσχον αὐτῷ. καὶ ὁ μὲν σὺν τῷ