214
Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι' αὐτοῦ τὴν ̓Ιουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ακυρον ἀποφαίνουσαν. ἐξ ης τὰ μετὰ ταῦτα κακὰ τῷ εθνει ἐφύησαν· διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν ̓Ιουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως ειχοντο, μέχρις αν ἀνήφθη ὁ πόλεμος. Φῆστος δὲ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν κακουμένην 2.48 ευρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ ουτοι ησαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ ̔Ρωμαίων καλουμέναις σίκαις, ἀφ' ων καὶ σικάριοι ὠνομάσθησαν· οι κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι ους ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελλομένου τοῖς επεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς ἀκολουθήσαντας οἱ πεμφθέντες διέφθειραν. ̔Ο μέντοι βασιλεὺς ̓Αγρίππας οικημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ' ἐχαλέπαινον οἱ τῆς πόλεως. τοῖχον ουν ἐγείρουσιν, ος οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν αποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ενθα τὰς φυλακὰς οἱ ̔Ρωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ ̓Αγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγχωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ ̓Ισμαὴλ τὸν ἀρχιερέα καὶ ̔Ελκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ ̓Ιουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν αλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ ̓Ισμαὴλ καὶ τὸν ̔Ελκίαν κατέσχε παρ' ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ βασιλεὺς ̓Αγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην ̓Ιωσὴφ τῷ καλουμένῳ ∆εκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· ειτα τῷ Αννᾳ υἱῷ τοῦ 2.49 Αννα ταύτην ἐξ ̓Ιωσὴφ ἀφελόμενος προσεκλήρωσεν. Ουτος ουν ὁ νέος Αννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ην καὶ θρασύς. Φήστου τοίνυν θανόντος, καὶ ̓Αλβίνου μήπω καταλαβόντος τὴν ̓Ιουδαίαν, ος ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς ̓Ιουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ιν' αὐτοῖς τοῖς ̓Ιωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν ̓Ιησοῦ τοῦ λεγομένου Χριστοῦ, ̓Ιάκωβος ονομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. οσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ηνεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς ̓Αλβῖνον καὶ πρὸς ̓Αγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας αρξαντος τρεῖς, ̓Ιησοῦν τὸν τοῦ Μνασέα κατέστησεν. ̓Αλβῖνος δ' ἐλθὼν εἰς ̔Ιεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. ̓Αγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι ̓Ιησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα ̓Ιησοῦν. στάσις ουν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ υβρεων τῶν πρὸς ἀλλήλους προυχώρησεν. οθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς εχειν τὴν τῶν ̔Ιεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. ̓Αλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, οσοι ησαν αὐτῷ προδήλως θανεῖν αξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ2.50 έταξε, τοὺς δ' ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα λαμβάνων ἀπέλυε. καὶ ουτως ἡ μὲν εἱρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ' ̓Αγρίππας τὸν τοῦ Γαμαλιὴλ ̓Ιησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ' ου ὁ πρὸς ̔Ρωμαίους ηρξατο πόλεμος. Ηρξατο μὲν ουν ἡ ἀρχιερωσύνη ἐξ ̓Ααρών, τελευτήσαντος δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ'