109
̔Ιεροσόλυμα κομισθῆναι. καὶ οσα αν ἐννοήσῃς, ω Εζρα, καὶ ταῦτα εργασαι, τὴν εἰς αὐτὰ δαπάνην ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου ποιούμενος. καὶ τοῖς ἱερεῦσι δὲ καὶ Λευίταις καὶ πᾶσι τοῖς τοῦ ἱεροῦ δουλευταῖς μήτε φόρους μήτε αλλο τι φορτικὸν ἐπιταγῆναι κελεύω. καὶ σὺ δέ, Εζρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, οπως δικάζωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ, τοὺς ἐπι1.274 σταμένους τὸν νόμον· καὶ τοῖς ἀγνοοῦσι παρέξεις αὐτὸν μαθεῖν." λαβὼν δὲ ταύτην Εζρας τὴν ἐπιστολὴν ἀνέγνω ἐν Βαβυλῶνι τοῖς ἐκεῖ ̓Ιουδαίοις, καὶ τὸ ἀντίγραφον αὐτῆς παρὰ πάντας επεμψε τοὺς ὁμοεθνεῖς· οι απαντες ὑπερήσθησαν. πολλοὶ δὲ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ηλθον εἰς Βαβυλῶνα, ιν' ἐπανέλθωσιν εἰς ̔Ιεροσόλυμα· ὁ δὲ πᾶς λαὸς τῶν ̓Ισραηλιτῶν κατὰ χώραν εμεινε. διὸ καὶ δύο φυλὰς ἐπί τε τῆς ̓Ασίας καὶ τῆς Εὐρώπης ̔Ρωμαίοις ὑπηκόους ειναί φησιν ὁ ̓Ιώσηπος, τὰς δὲ δέκα φυλὰς πέραν ειναι τοῦ Εὐφράτου, μυριάδας ουσας ἀπείρους καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυναμένας. πρὸς Εζραν δὲ πολλοὶ τὸν ἀριθμὸν ἀφικνοῦνται καὶ σὺν αὐτῷ παραγίνονται εἰς ̔Ιεροσόλυμα. καὶ παραδέδωκεν ὁ Εζρας τοῖς γαζοφύλαξιν α ὁ Ξέρξης καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἐν Βαβυλῶνι ̓Ισραηλῖται τῷ θεῷ ἐδωρήσαντο, εἰς πολλὰ τάλαντα ἀργυρίου καὶ χαλκοῦ συμποσούμενα, καὶ τοῖς τῶν χωρῶν ἐπιτροπεύουσι τὰ γράμματα τοῦ βασιλέως ἐπέδωκεν. οἱ δὲ τὸ εθνος ἐτίμησαν καὶ πρὸς πᾶσαν χρείαν συνήργησαν. γνοὺς δ' επειτα ως τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἀλλοεθνεῖς γυναῖκας ἠγάγοντο, επεισεν αὐτοὺς δάκρυσι πολλοῖς καὶ πυκναῖς παραινέσεσιν ἐκβαλεῖν τὰς ἀλλοεθνεῖς καὶ τὰ ἐξ αὐτῶν γεννηθέντα. τῆς ἑορτῆς δὲ τῆς σκηνοπηγίας ἐπιστάσης σχεδὸν απαν τὸ τοῦ λαοῦ πλῆθος συνεληλυθὸς εἰς αὐτὴν ἠξίωσαν τὸν Εζραν τοὺς νόμους ἀναγνωσθῆναι τοῦ Μωυσέως. καὶ ἀκούσαντες τούτων εἰς δάκρυα προήχθησαν, δυσφοροῦντες περὶ τῶν παρελθόντων. Εζρας δὲ μὴ δεῖν εφη θρηνεῖν ἑορτῆς ουσης, ἑορτάζειν δὲ καὶ εὐωχεῖσθαι καὶ τηρεῖν τοὺς νόμους εἰς τὸ μέλλον. Καὶ ὁ μὲν γηραιὸς ἐτελεύτησεν· τῶν δ' αἰχμα1.275 λώτων τις Νεεμίας τὴν κλῆσιν, οἰνοχόος ων τοῦ Ξέρξου, πρὸ τῶν Σούσων περιπατῶν ξένους ειδέ τινας εἰσιόντας τὴν πόλιν, καὶ ἀκούσας αὐτῶν ἑβραϊστὶ ὁμιλούντων, προσελθὼν ἐπυνθάνετο πόθεν ειεν. ηκειν δ' ἐκ τῶν ̔Ιεροσολύμων εἰπόντων, πῶς αὐτῶν εχει τὸ πλῆθος καὶ ἡ μητρόπολις ̔Ιεροσόλυμα προσηρώτησεν. ἀποκριναμένων δὲ κακῶς εχειν, πολλὰ γὰρ δεινὰ τὰ πέριξ εθνη αὐτοῖς ἐπάγειν, ἐδάκρυσεν ὁ Νεεμίας· καὶ τῆς ωρας ἐπιστάσης, ὡς ειχε διακονήσων τῷ βασιλεῖ εἰσελήλυθεν. ὁ δὲ βασιλεὺς σκυθρωπὸν αὐτὸν θεασάμενος ηρετο διότι κατηφιᾷ. ὁ δὲ τῆς λύπης αιτια ειπε τὰ τῆς πατρίδος αὐτοῦ δυστυχήματα, καὶ ἐδέετο συγχωρηθῆναι αὐτῷ πορευθῆναι καὶ τό τε τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον ἀναπληρῶσαι. καὶ ὁ βασιλεὺς κατένευσε πρὸς τὴν αιτησιν καὶ δίδωσιν αὐτῷ τῇ ἐπιούσῃ ἐπιστολὴν πρὸς τὸν τῆς Φοινίκης καὶ Συρίας καὶ Σαμαρείας ἐπίτροπον, ἐντελλομένην αὐτῷ τιμῆσαι τὸν Νεεμίαν καὶ χορηγῆσαι τὰς εἰς τὴν οἰκοδομίαν δαπάνας. ηκεν ουν εἰς ̔Ιεροσόλυμα, πολλῶν αὐτῷ ἐκ τῶν ὁμοφύλων συνεπομένων, πέμπτον καὶ εἰκοστὸν ετος βασιλεύοντος Ξέρξου, καὶ τὴν ἐπιστολὴν τῷ ἐπιτρόπῳ τῶν ῥηθεισῶν χωρῶν ἐπιδέδωκε. τὴν δὲ τοῦ τείχους οἰκοδομὴν διένειμε τῷ λαῷ κατὰ κώμας καὶ πόλεις, ιν' οτι τάχιστα ἀνυσθῇ. καὶ ̓Ιουδαῖοι μὲν πρὸς τὸ εργον παρεσκευάζοντο, ουτω κληθέντες ἐξ ης ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν, ἀπὸ γὰρ τῆς ̓Ιούδα φυλῆς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε ̓Ιουδαῖοι καὶ ἡ χώρα ὁμοίως ἐξ αὐτῶν μετωνόμαστο, ̓Αμμανῖται δὲ καὶ Μωαβῖται καὶ Σαμαρεῖται τῇ τῶν τειχῶν οἰκοδομῇ ηχθοντο, καὶ αὐτοῖς ἐπετίθεντο καὶ πλείστους ἐκτίννυον, καὶ αὐτῷ τῷ Νεεμίᾳ ἐπεβούλευον. 1.276 καὶ τὸ μὲν πλῆθος τούτοις ἐκταραττόμενον μικροῦ τῆς οἰκοδομῆς αν ἀπέστη. Νεεμίας δὲ στῖφός τι φυλακῆς ενεκα τοῦ σώματος προστησάμενος ἀτρύτως ἐπέμενε νύκτωρ τε καὶ μεθ' ἡμέραν τῆς πόλεως τὸν κύκλον περιιών· καὶ ταύτην τὴν ταλαιπωρίαν ὑπέμεινεν ἐπὶ διετίαν καὶ μῆνας τέσσαρας. ἐν