344
μαχεσαμένου· ἐπὶ γὰρ τῇ τοῦ στρατοπέδου κατέμεινε φυλακῇ, τοῦ ̔Ιρτίου κατὰ τοῦ ̓Αντωνίου ὁρμήσαντος. Ουτω μὲν ουν ὁ ̓Αντώνιος ηττητο· καὶ Τίτος δὲ Μουνάτιος Πλάγκος, τῶν ̓Αντωνίου ων καὶ Ποντίῳ ̓Ακύλᾳ τῷ ∆εκίμῳ ὑποστρατηγοῦντι προσπολεμῶν, ἐνικήθη. κἀντεῦθεν οι τε τοῦ ̓Αντωνίου στρατιῶται οὐχ ὡς πρῴην διέκειντο πρὸς αὐτόν, καί τινες τῶν αὐτῷ προσκειμένων δήμων πρότερον ἐστασίαζον. ὁ δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ὡς δέ τις ἐκ τοῦ Λεπίδου δύναμις αὐτῷ παρεγένετο, ἀνεθάρσησεν καὶ αἰφνιδίαν ἐπεκδρομὴν ἐποιήσατο· φόνου δὲ ἐξ ἀμφοῖν τῶν στρατευμάτων γενομένου πολλοῦ τραπεὶς εφυγεν. ἡ δὲ γερουσία τὰ πραχθέντα μαθοῦσα, τῇ μὲν ηττῃ τοῦ ̓Αντωνίου εχαιρε, τοὺς δὲ αὐτῷ συνεξετασθέντας πολεμίους πάντας ἀπέφηνε, καὶ τὰς οὐσίας αὐτῶν καὶ τὴν ἐκείνου ἀφείλετο. τὸν δὲ Καίσαρα ουτε τινὸς μεγάλου ἠξίωσαν καὶ καταλύειν προσεπεχείρησαν, πάντα οσα ἐκεῖνος ηλπιζε λήψεσθαι τῷ ∆εκίμῳ δόντες. ινα δὲ μὴ δυνηθῇ τι δρᾶσαι κακόν, τοὺς ἐχθροὺς αὐτῷ ἐς ἀρχὰς ἐψηφίσαντο, τῷ μὲν Πομπηίῳ Σέξτῳ τὸ ναυτικὸν ἀναθέμενοι, τῷ δὲ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν, 2.381 Κασσίῳ δὲ τὴν Συρίαν καὶ τὸν πρὸς ∆ολοβέλλαν πόλεμον ἐπιτρέψαντες. τοὺς δὲ τοῦ Καίσαρος στρατιώτας συγκρούσειν ἀλλήλοις αὐτοὺς μηχανώμενοι τοὺς μὲν ἐπῄνεσαν καὶ χρήματα καὶ στεφάνους αὐτοῖς παρέσχον ἐξ ἐλαιῶν, τοῖς δ' οὐδὲν ἐψηφίσαντο. ἀλλ' ἐκεῖνοι καὶ ουτως ὡμονόουν, τοῦ Καίσαρος αὐτοὺς πρὸς τοῦτο ἐνάγοντος. μαθόντες ουν οἱ ἐν τῇ πόλει ταῦτα, καὶ φοβηθέντες, υπατον μὲν αὐτὸν οὐδ' ουτως ἀπέδειξαν, αλλας δέ οἱ τιμὰς ἐψηφίσαντο. ὡς δ' ἐν οὐδενὶ λόγῳ ταύτας εσχε, στρατηγὸν τὸ πρῶτον καὶ μετὰ τοῦτο καὶ υπατον ἐψηφίσαντο. Καὶ οἱ μὲν ουτω τὸν Καίσαρα ἐδόκουν μεταχειρίζεσθαι ὡς παῖδα καὶ ὡς μειράκιον, απερ καὶ διεθρύλουν· ἐκεῖνος δὲ ἐπί τε τοῖς αλλοις καὶ οτι παῖς ηκουε δεινῶς ἀγανακτῶν ἐπὶ τὰ οπλα ἐτράπετο, καὶ πρός τε τὸν ̓Αντώνιον λάθρᾳ διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, ους πολεμίους ἡ βουλὴ ἐψηφίσατο, συνήθροιζε, καὶ κατηγόρει παρ' αὐτοῖς τῆς γερουσίας τε καὶ τοῦ δήμου. ταῦτα δὲ οἱ ἐν τέλει τέως μὲν ἐν ὀλιγωρίᾳ πεποίηντο, ἐπεὶ δὲ συμπεφρονηκότας εμαθον τὸν ̓Αντώνιον καὶ τὸν Λέπιδον, θεραπεύειν τὸν Καίσαρα ηρξαντο, καὶ τὸν πρὸς ἐκείνους αὐτῷ ἀνέθεντο πόλεμον, ἀγνοοῦντες τοὺς λόγους ους ἐπεποιήκει πρὸς τὸν ̓Αντώνιον. ὁ δὲ τὸν πόλεμον ὑπεδέξατο, υπατος δι' αὐτὸν ἀποδειχθῆναι πειρώμενος, πάνυ γὰρ ην αὐτῷ ἡ ὑπατεία δι' ερωτος, καὶ τὴν μάχην ἀναδεξάμενος ἡτοιμάζετο μὲν ὡς πολεμήσων, τοὺς στρατιώτας δὲ λάθρᾳ παρεσκεύασεν ὀμόσαι δῆθεν ἀφ' ἑαυτῶν πρὸς μηδὲν τῶν στρατοπέδων μαχέσασθαι τῶν ἐκείνου γενομένων τοῦ Καίσαρος. τοῦτο δ' ην μήτε πρὸς ̓Αντώνιον μήτε πρὸς Λέπιδον ἀντιτάξασθαι· πλεῖστοι γὰρ αὐ2.382 τοῖς ἐξ ἐκείνων συνεστρατεύοντο. πρέσβεις ουν διὰ τοῦτο πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἐκπέπομφε· τοῦτο δὲ σκηνὴ μὲν ην πρεσβείας, τὸ δὲ πᾶν τῶν ἐψηφισμένων αὐτοῖς εισπραξις καὶ σπουδὴ τοῦ ἀποδειχθῆναι τὸν Καίσαρα υπατον. ἀναβαλλομένων δὲ αὐτῶν τὴν ἀπόκρισιν οἱ στρατιῶται ὠργίζοντο· εις δέ τις αὐτῶν ἐξελθὼν τοῦ βουλευτηρίου καὶ τὸ ξίφος λαβών, αοπλοι γὰρ εἰσελθεῖν ἐκελεύσθησαν, ειπεν "αν ὑμεῖς τὴν ὑπατείαν μὴ δοίητε Καίσαρι, τοῦτο δώσει." ὁ Καῖσαρ μέντοι, οτι εἰς τὸ συνέδριον εἰσιόντες ἠναγκάσθησαν ἀποθέσθαι τὰ οπλα, καὶ οτι ἐπύθετό τις πότερον παρὰ τῶν στρατοπέδων ἐπέμφθησαν η πρὸς τοῦ Καίσαρος, εγκλημα ἐποιεῖτο, καὶ τὸν ̓Αντώνιον καὶ τὸν Λέπιδον σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν ̔Ρώμην μετὰ τῶν στρατιωτῶν, ὡς ὑπ' αὐτῶν τάχα ἐκβιασθείς, ωρμησε. καί τινας τῶν ἱππέων ἀπέκτειναν, ὡς κατασκόπους αὐτῶν. οἱ δὲ τῆς βουλῆς τὴν εφοδον γνόντες αὐτῶν, τά τε χρήματα αὐτοῖς μήπω πλησιάσασιν επεμψαν καὶ υπατον τὸν Καίσαρα ἐψηφίσαντο. ἀλλ' οἱ στρατιῶται ἀνάγκῃ ταῦτα πράξαντας εἰδότες αὐτοὺς καὶ ἐξεφόβουν καὶ ἐθρασύνοντο. πρὸς δὲ ταῦτα ἡ γερουσία μεταβαλλομένη ἀπηγόρευσε τῇ στρατιᾷ πλησιάσαι τῇ πόλει, καὶ τοῖς