138
αὐτοῦ. συμπεφευγότος δ' εἰς ερυμα καλούμενον ̓Αλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν ηκειν. ὁ δὲ τῶν φίλων μὴ πολεμεῖν ̔Ρωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν οθεν ηκεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς φρουράρχοις, ἀπείρητο γὰρ αλλως τούτων ἀφίστασθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν 1.347 εἰς ̔Ιεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπ' αὐτὸν ἡ Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ ̔Ιεριχοῦντα δὲ γεγονότι, ου τὸ ὀποβάλσαμον τρέφεται τῶν μύρων τὸ ἀκρότατον, ο τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ωσπερ ὀπός, πρόσεισιν ὁ ̓Αριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ ̔Ιεροσόλυμα αὐτὸν εἰσδεχόμενος, ωστε πράττειν ο βούλεται. ὁ δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ ̓Αριστοβούλου στρατιωτῶν οὐκ ἐώντων τὰς συνθήκας πληρωθῆναι, απρακτος ἐπανῆλθεν ὁ Γαβήνιος. ηκει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν ̓Αριστόβουλον. οἱ δ' ενδον οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δ' ̓Αριστοβούλου τοὐναντίον· οι καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευάζοντο. οἱ δ' αλλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. ὁ δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπεισφρήσαντες οἱ πολέμιοι εσφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν ηττον ησαν ἱερουργοῦντες καὶ θύοντες. φόνου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν ̓Ιουδαίων ὑπὸ ̔Ρωμαίων, οἱ δ' ὑπ' ἀλλήλων ἐσφάττοντο η καὶ ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ αβατον ὁ Πομπήιος καὶ τῶν περὶ αὐτόν τινες, καὶ ειδον οσα τοῖς αλλοις πλὴν τῶν ἀρχιερέων ησαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθημάτων η τῶν χρημάτων ηψατο δι' εὐσέβειαν. τῇ δ' ὑστεραίᾳ καθᾶραι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν ̔Υρκανῷ, τοὺς αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ 1.348 ̔Ιεροσόλυμα ποιήσας ̔Ρωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ ̔Ρώμην ἀπιὼν ἐπήγετο τὸν ̓Αριστόβουλον δεδεμένον καὶ τοὺς παῖδας αὐτοῦ. ησαν δὲ αὐτῷ δύο θυγατέρες καὶ τοσοῦτοι υἱοί, ων ὁ πρεσβύτερος ̓Αλέξανδρος ἀπέδρα καὶ τὴν ̓Ιουδαίαν κατέτρεχεν υστερον, μὴ δυναμένου τοῦ ̔Υρκανοῦ αὐτῷ ἀντικαθίστασθαι. ̔Ως δὲ Γαβήνιος εἰς Συρίαν ηκε, πέμπει πρὸς τὸν ̓Αλέξανδρον ̓Αντώνιον Μάρκον μετὰ στρατεύματος. καὶ γενομένης μάχης κτείνουσιν οἱ ̔Ρωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους καὶ οὐκ ἐλάττους ζωγροῦσι. καταφυγόντος δὲ τοῦ ̓Αλεξάνδρου ἐπί τι ερυμα λεγόμενον ̓Αλεξάνδριον, ἐπολιόρκει τοῦτο. διαπρεσβεύεται ουν πρὸς Γαβήνιον ὁ ̓Αλέξανδρος συγγνώμην αἰτῶν, καὶ παραδίδωσιν α κατεῖχεν ἐρύματα. ὁ δὲ ἀρχιερεὺς ̔Υρκανὸς εἰς ̔Ιεροσόλυμα κατήχθη παρὰ τοῦ Γαβηνίου. ὁ μέντοι ̓Αριστόβουλος διαδρὰς ἐκ ̔Ρώμηςκαὶ εἰς τὴν ̓Ιουδαίαν ἐλθὼν τειχίζειν ἐπειρᾶτο τὸ ̓Αλεξάνδριον αρτι κατεσκαμμένον. ὁ δὲ Γαβήνιος στέλλει τοὺς κωλύσοντας αὐτὸν η καὶ συλληψομένους. πολλοὶ δὲ τῷ ̓Αριστοβούλῳ τῶν ̓Ιουδαίων προσέρρεον, ων οἱ πλείους ἐτύγχανον αοπλοι. τούτους μὲν ουν ἀπέλυσεν ̓Αριστόβουλος, τοὺς δ' ὡπλισμένους οντας περὶ ὀκτακισχιλίους ειχε μεθ' ἑαυτοῦ. καὶ μάχης αὐτοῖς πρὸς ̔Ρωμαίους συγκροτηθείσης ἡττῶνται ̓Ιουδαῖοι καὶ φεύγουσι· καὶ οἱ μὲν κτείνονται, σκεδάννυνται δὲ οἱ λοιποί. ̓Αριστόβουλος δὲ μετὰ χιλίων εἰς Μαχαιροῦντα συνέφυγε μετὰ τοῦ παιδὸς ̓Αντιγόνου συναποδράντος ἐκ ̔Ρώμης αὐτῷ. μετὰ δὲ δύο ἡμέρας τραυματισθεὶς ἑάλω, καὶ σὺν τῷ υἱῷ 1.349 ̓Αντιγόνῳ αἰχμάλωτος πρὸς Γαβήνιον αγεται, καὶ ἀναπέμπεται αυθις εἰς ̔Ρώμην, καὶ δεθεὶς κατείχετο, βασιλεύσας καὶ ἀρχιερατεύσας ετη τρία. Γαβήνιος δὲ ἀπῄει εἰς Αιγυπτον. ἐπανελθὼν δ' ἐκεῖθεν ευρε τὸν ̓Αριστοβούλου παῖδα Ἀλέξανδρον στρατεύματι μεγάλῳ τὴν χώραν ἐπιόντα καὶ οσοις ἐντύχοι τῶν ̔Ρωμαίων πάντας κτιννύοντα. συμβαλὼν ουν τούτῳ περὶ τὸ ̓Ιταβύριον ορος