151
δυσμένεια, καὶ διαβολαὶ κακοήθεις κατ' αὐτῶν προύβαινον, παρ' αὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφᾶς καὶ τὴν μητέρα λεγούσης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ' ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα ην ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δ' εὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέγαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. ̔Ηρώδης δὲ ταῦτα καὶ αλλων ἀπαγγελλόντων τετάρακτο. ουτω δὲ διατεθεὶς εγνω ἐπὶ καθαιρέσει τῶν νέων ετερον υἱὸν ̓Αντίπατρον ονομα, ἰδιωτεύοντι ετι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ινα καταστείλῃ τὸ θράσος τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδ' ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. οθεν ὡς εφεδρόν τινα τὸν ̓Αντίπατρον ἐπεισήγαγεν. ὁ δὲ δεινὸς ων, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν εσχεν ὑπόθεσιν εχεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλλοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δ' ετι ἐδίδοσαν 1.380 ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. απερ κακοήθως οἱ περὶ τὸν ̓Αντίπατρον ̔Ηρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μείζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βουλόμενος δὲ ὁ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ, πλείονος ̓Αντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς ̔Ρώμην αὐτὸν μετὰ πολλῶν δώρων ἀπέστειλεν, ωστε ηδη πάντα ἐπ' ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ' ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. ̓Αντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκδημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένηται ὁ πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπιστέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερεθίζων πρὸς τὴν δυσμένειαν, εως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς ̔Ρώμην κἀκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι. ἀπελθὼν δ' εἰς ̔Ρώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μισοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ ουτω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ετι τοῦ πατρὸς δάκρυα ην καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ' εγνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ' αλλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ απαντας, ὁ ̓Αλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιούμενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον ὁ Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ' αὐτῶν πιστεύων διαβολαῖς, ετι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς τὸν ̔Ηρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκε1.381 χυμένον. καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦσιν, αὐτὸ τοῦτο ἁμαρτεῖν εφη τὸ μὴ τοιούτους ἑαυτοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπ' αὐτοῖς λόγον, ̔Ηρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πᾶσαν ὑπόνοιαν· καὶ τὸ πιστὰ γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον εκρινε. τοιαῦτα συμβουλεύων ενευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζόμενος εκαστον. τότε μὲν ουν εὐχαριστήσαντες Καίσαρι μετ' ἀλλήλων ἀπῄεσαν, καὶ ̓Αντίπατρος μετ' αὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος ηδεσθαι· τῇ δ' ὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ ̔Ηρώδῃ τὴν ἐξουσίαν ἀφῆκεν ὁ Καῖσαρ ον αν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν η καὶ διανέμειν απασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων ηθελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν ̓Αρχέλαος ὁ πενθερὸς ̓Αλεξάνδρου συναντᾷ τῷ ̔Ηρώδῃ,συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐντεῦθεν ̔Ηρώδης ἐπὶ τὴν ̓Ιουδαίαν ἐλθών, καὶ συναγαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν