106
μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. καταθεμένου δ' ἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δ' ἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον απασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ ὑφ' ἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς ὁ Καμβύσης αὐτῷ ἐνετείλατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ελεξεν οσα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γεγόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν εχειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν. Οἱ δὲ ἑπτὰ ανδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τὸν Πρηξάσπην μαθόντες ωρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δ' εἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, οι σφᾶς ἠρώτων οτου χρῄζοντες ηκοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δ' οντες ἐντός, 1.267 καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο πρὸς ἀλκήν, καὶ ὁ μὲν τὴν αἰχμήν, ὁ δὲ τὸ τόξον μετεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ ̓Ασπαθίνην παίει κατὰ μηρόν, τὸν δ' ̓Ινταφέρνην κατ' οψιν, οθεν ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δ' ην απρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ὁ ταῦτα κατέχων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δ' αὐτῷ ∆αρεῖός τε καὶ Γωβρύας. καὶ ὁ μὲν συνεπλάκη τῷ μάγῳ, ∆αρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ τὸν ἑταῖρον πλήξῃ, ιστατο απρακτος. Γωβρύας δὲ ηρετο οτου χάριν ἀργὸς ισταται· ὁ δ' ειπε τὸ αιτιον. καὶ ος "ωθει τὸ ξίφος καὶ δι' ἀμφοῖν" εφησε. καὶ ὁ ∆αρεῖος ωσε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε. κτείναντες ουν καὶ τὸν ετερον οἱ λοιποὶ ετεμον τὰς κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυματίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπόλεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. οἱ δὲ τὴν ἀπάτην μαθόντες εκτεινον ῳ αν τῶν μάγων ἐνέτυχον. ̓Επεὶ δὲ κατέστη ὁ θόρυβος καὶ ηδη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ ̓Οτάνης μὲν δημοκρατίαν ἑλέσθαι παρῄνει, ἀριστοκρατίαν δὲ ὁ Μεγάβυζος, ὁ δέ γε ∆αρεῖος βασιλείαν καὶ αυθις αἱρήσεσθαι συνεβούλευε. συνέθεντο ουν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσαρες οἱ λοιποί· καὶ εδοξεν αὐτοῖς ἐπιβῆναι τῶν ιππων, καὶ οτου αν ὁ ιππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ ἐν τῷ προαστείῳ γενομένων, τοῦτον εχειν τὴν βασι1.268 λείαν. ∆αρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. ην δὲ σοφὸς ὁ ἀνὴρ καί "θάρρει, ω δέσποτα" εφη "ὡς σὴ εσται ἡ βασιλεία." γενομένης ουν νυκτὸς θήλειαν ιππον λαβών, ην ὁ ∆αρείου εστεργεν ιππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ιππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ιππον. εωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ενθαπερ ἡ θήλεια ιππος ἐδέδετο, εἰς μνήμην ταύτης ὁ ∆αρείου ιππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ ∆αρείῳ ἡ βασιλεία προσγέγονεν. οἱ μὲν ουν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ ∆αρείου ἱπποκόμῳ ονομα ην, οἱ δ' ἑτεροῖον ειναί φασι τὸ τούτου μηχάνημα. τῆς γὰρ ιππου ἐκείνης, ην ὁ ∆αρείου ιππος ἐφίλει, τῶν αρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. ηδη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ιππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς τοῦ ιππου τοῦ ∆αρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. ειτ' ουν ουτως ειτ' ἐκείνως ὁ ∆αρεῖος τῆς βασιλείας ἐπέτυχεν. Ουτος ουν ἰδιώτης ων ηυξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ οσα ην ετι ἐν Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν ̔Ιεροσολύμοις ναόν. ην δὲ αὐτῷ πάλαι καὶ