222
συγκατεφλέγησαν τῷ ναῷ. ̔Ρωμαῖοι δὲ ματαίαν τὴν 2.68 ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, ηδη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οις απειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, απειροι δ' ἐσθῆτες πολυτελεῖς καὶ αλλα κειμήλια. απας γὰρ ὁ ̓Ιουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημένων ἀποτιθεμένων ταῦτα ἐκεῖ ὡς ἐπ' ἀσφαλοῦς ταμιείου. Απειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οις αιτιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθίεντο, ιν' ηττον αὐτομολοῖεν· δι' ων ὁ δείλαιος οχλος παραβουκολούμενος τοῖς ἐναργέσι σημείοις ὡς ἐμβρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνασιν. εστη μὲν γὰρ ὑπὲρ τὴν πόλιν αστρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ' ἐνιαυτόν. καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν ειναι λαμπράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ωραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ετεκεν αρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ ουσα καὶ στιβαρά, ὡς μόλις ὑπὸ ἀνδρῶν εικοσιν ἀνοίγνυσθαί τε καὶ κλείεσθαι, καὶ μοχλοὺς καὶ καταπῆγας εχουσα βαθυτάτους, ωφθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πολεμίοις ἐσομένην τὴν εισοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον αλλοτε ωφθη πρὸ ἡλίου δυσμῶν, αρματα κατὰ πᾶσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγγες ενοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς πεντηκοστῆς ἑορτὴν εἰς τὸ ενδον ἱερὸν οἱ ἱερεῖς παρ2.69 ελθόντες κινήσεως ῃσθοντο καὶ κτύπου· ειτα φωνῆς ηκουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν. πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου, ἐν τῇ τῆς σκηνοπηγίας ἑορτῇ, ̓Ιησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς τὴν ἑορτὴν βοᾶν ηρξατο Φωνὴ ἀπὸ ἀνατολῆς, φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ ̔Ιεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ' ἡμέραν καὶ νύκτωρ. παιόμενος δὲ διὰ τὸ κακόφημον, ὁ δὲ οὐδὲν ετερον η τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε ̔Ρωμαῖον, καὶ καταξανθεὶς μάστιξιν, ουθ' ἱκέτευσεν ουτ' ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκάστην πληγὴν Αἰαῖ ̔Ιεροσολύμοις ἐβόα, μέχρι καταγνοὺς μανίαν αὐτοῦ ὁ ̓Αλβῖνος, ουτος γὰρ ἐπετρόπευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ' εκτοτε μέχρι τοῦ πολέμου Αἰαῖ ̔Ιεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ τοῦτ' ἐποίει ἐπὶ ετη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις ου κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λίθος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν εκτεινε. ̔Ρωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγότων εἰς τὴν πόλιν, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐτοκράτορα. ουτω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται πάντες ἐχρηματίσαντο ωστε κατὰ τὴν Συρίαν πρὸς 2.70 ημισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πιπράσκεσθαι. Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς ειρηται, ἀνελθόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτηρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν εφησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς ανδρας ἐκέλευσεν. Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύοντες προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ος ηκε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ οπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τὴν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύνασθαι παρ' αὐτοῦ λαβεῖν εφησαν, ὀμωμοκότες μηδέποτε τοῦτο ποιήσειν, εξοδον δὲ ᾐτοῦντο μετὰ γυναικῶν