59
τὸν ̓Ιορδάνην καὶ λούσασθαι ἑπτάκις, καὶ ουτω τῆς λέπρας ἀπαλλαγήσεσθαι. ὠργίσθη δὲ Νεεμὰν οτι μὴ ἐξῆλθε πρὸς αὐτὸν ὁ προφήτης καὶ ηυξατο καὶ ἐπέθετο αὐτῷ τὴν χεῖρα, καὶ ἀγανακτῶν ὑπεχώρει, λέγων "οὐκ εἰσὶ παρ' ἡμῖν ποταμοὶ ὑπὲρ τὸν ̓Ιορδάνην; πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι." ὑποχωροῦντι δὲ ειπον αὐτῷ οἱ θεράποντες "ποίησον τὸν τοῦ προφήτου 1.148 λόγον, ῥᾴδιον οντα." καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ ̓Ιορδάνῃ ἑπτάκις, καὶ ἐκαθαρίσθη· καὶ ἀναστρέψας ηὐχαρίστει τῷ προφήτῃ, καὶ μὴ ειναι θεὸν ετερον ὡμολόγει παρὰ τὸν ἐν τῷ ̓Ισραήλ, καὶ ἠξίου αὐτὸν λαβεῖν τι ἐξ ων ἐκόμιζεν· ὁ δὲ ἀπηνήνατο. καὶ ὑπέστρεψε Νεεμάν. Γιεζὶ δὲ κατεδίωξεν αὐτὸν καὶ ειπεν "ὁ προφήτης ἀπέστειλέ με λήψεσθαι ἀπὸ σοῦ τάλαντον ἀργυρίου καὶ δύο στολάς, δοθησόμενα δεομένοις τισὶν αρτι προσελθοῦσιν αὐτῷ." καὶ εδωκεν αὐτῷ Νεεμάν· καὶ ὑπέστρεψε Γιεζὶ πρὸς ̓Ελισσαιέ. εγνω δὲ ὁ προφήτης ο ειργαστο τῷ Γιεζί, καὶ ειπεν αὐτῷ "οτι ελαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια ἀπὸ τοῦ Νεεμάν, ἡ λέπρα ἐκείνου κολληθήσεται σοὶ καὶ τῷ σπέρματί σου." καὶ ἐξῆλθε λελεπρωμένος. Οἱ υἱοὶ δὲ τῶν προφητῶν οἱ μετὰ ̓Ελισσαίου ἐπορεύθησαν εἰς τὸν ̓Ιορδάνην τεμεῖν ξύλα, ὡς αν ποιήσωσιν ἑαυτοῖς σκηνάς· καὶ ὁ ̓Ελισσαῖος αὐτοῖς συμπεπόρευτο. τεμνόντων δὲ τὰ ξύλα ἑνὸς τὸ τῆς ἀξίνης σιδήριον ἐνέπεσεν εἰς τὸν ποταμόν. καὶ ὁ τῆς ἀξίνης κύριος τὸν προφήτην ἐπεκαλέσατο, καὶ τὸν τόπον ὑπέδειξεν αὐτῷ ἐν ῳ κατέδυ ὁ σίδηρος. ὁ δὲ ξύλον λαβὼν ἐνέβαλεν ἐκεῖ. καὶ ἀνέδυ τὸ σιδήριον, καὶ ἐπιπολάσαν ελαβεν αὐτὸ ὁ ἀπολέσας αὐτό. ̔Ο δὲ βασιλεὺς Συρίας ἐνέδραν ἐκάθισεν, ιν' ελῃ τὸν βασιλέα τὸν ̓Ιωράμ. ἀπέστειλε δὲ ὁ προφήτης πρὸς ̓Ιωρὰμ φυλάττεσθαι αὐτῷ ἐντελλόμενος καὶ μὴ ἀπιέναι πρὸς θήραν. καὶ ὁ μὲν οὐκ ἐξῄει, Αδερ δὲ τῆς ἐπιβουλῆς ἁμαρτὼν τοὺς οἰκείους ὑπώπτευε γίνεσθαι προδότας τῶν βεβουλευμένων αὐτῷ. φησάντων δ' ἐκείνων οὐκ αὐτούς, ἀλλὰ τὸν προφήτην ̓Ελισσαῖον μηνύειν αὐτῷ τὰ ἀπόρρητα, στέλλει ἐν ∆οθαῒν στράτευμα, ιν' αὐτὸν λάβοιεν. ἰδὼν δὲ τὸν λαὸν κύκλῳ 1.149 τῆς πόλεως ὁ τοῦ προφήτου διάκονος, περιδεὴς ἀφίκετο πρὸς αὐτὸν ἀπαγγέλλων τὸ πρᾶγμα. ὁ δέ "μὴ δέδιθι" εφη, καὶ ἱκέτευσε τὸν θεὸν δεῖξαι τῷ διακόνῳ αὐτοῦ οπως φυλάττεται παρ' αὐτοῦ. καὶ δέδωκεν ὁ θεὸς τῷ θεράποντι τοῦ προφήτου χάριν ἰδεῖν αὐτὸν αρμασι καὶ ιπποις πυρίνοις κεκυκλωμένον. ἠμαύρωσε δὲ προσευξάμενος ὁ προφήτης καὶ τὰ ομματα τῶν ἐχθρῶν, καὶ ἐξελθὼν πρὸς αὐτοὺς εφη "ἀκολουθεῖτέ μοι καὶ δώσω τὸν ̓Ελισσαῖον ὑμῖν." οἱ δὲ ειποντο καὶ τὰς οψεις βεβλαμμένοι καὶ τὴν διάνοιαν. ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περιστῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετείλατο. καὶ τὸν θεὸν ῃτει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ ειδον ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολεμίων. ̓Ελισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρεχώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως ουν ὁ ̓Ιωρὰμ ἑστιάσας αὐτοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγήσαντο· καὶ ἐξεπλάγη. Μετὰ ταῦτα δὲ πανστρατιᾷ παρελθὼν εἰς Σαμάρειαν ὁ βασιλεὺς Συρίας ἐπολιόρκει αὐτήν. καὶ ἐγένετο λιμὸς σφοδρότατος ἐν αὐτῇ, ωστε κεφαλὴν ονου πεντήκοντα νομισμάτων ἀργύρου πραθῆναι, καὶ ξέστην κόπρου περιστερῶν πέντε νομισμάτων ὁμοίων. τοῦ δὲ βασιλέως ̓Ιωρὰμ περιιόντος τὸ τεῖχος ἐβόησε γύναιον "σῶσον, ω βασιλεῦ." ὁ δὲ νομίσας τροφὴν αἰτεῖν τὴν γυναῖκα "πόθεν σε σώσω" βλασφημήσας αὐτὴν εφη "μήτε αλωνός μοι μήτε ληνοῦ 1.150 ὑπαρχούσης;" τῆς δὲ κρίσιν αἰτεῖν εἰπούσης, λέγειν ἐπέτρεψε. καὶ ἡ γυνή "συνθήκας" ειπεν "ἐθέμην μεθ' ἑτέρας γυναικὸς γειτνιώσης μοι θῦσαι τὰ τέκνα ἡμῶν καὶ ἀνὰ μίαν ἡμέραν ἀλλήλας θρέψαι. κἀγὼ μὲν τὸ ἐμὸν εθυσα, ἡ δὲ παραβαίνει τὰ ὡμολογημένα." τούτων ἀκούσας ὁ βασιλεὺς ὑπερήλγησε καὶ τὴν ἐσθῆτα διέρρηξε, καὶ κατὰ τοῦ προφήτου ἐξώργιστο, οτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι τὴν κάκωσιν, καὶ τὸν ἀποκτενοῦντα αὐτὸν επεμψεν. ̓Ελισσαῖος δὲ τοῖς φοιτηταῖς ὁμιλῶν προεῖπεν