157
καὶ ος ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, ὀμόσας οὐ πρότερον ηξειν η πύθοιτο τελευτῆσαι τὸν ἀδελφόν. ωστε καὶ νοσήσαντος τοῦ βασιλέως κληθεὶς οὐχ ὑπήκουσεν, ινα μὴ παραβαίη τὸν ορκον. ̔Ηρώδης δ' υστερον Φερώρα νοσήσαντος ηκε πρὸς ἐκεῖνον αὐτόκλητος, καὶ θανόντα ἐτίμησεν. ̔Η δὲ Φερώρου τελευτὴ ἀρχὴ κακῶν ̓Αντιπάτρῳ ἐγένετο, τιννυμένου τοῦ θείου τῆς ἀδελφοκτονίας αὐτόν. ἀπελεύθεροι γὰρ δύο τῶν Φερώρᾳ τιμίων ἠξίουν ̔Ηρώδην μὴ ἐᾶσαι τὸν ἀδελφὸν ἀνεκδίκητον φαρμάκῳ διαφθαρέντα. ταῦτα πιστὰ δοκοῦντα εἰς ἐξέτασιν τὸν βασιλέα ἐκίνησαν, καὶ ἐβασανίζοντο γυναῖκες δοῦλαί τε καὶ ἐλεύθεραι. αἱ μὲν ουν αλλαι ἐνεκαρτέρουν ἐχεμυθοῦσαι, μία δέ τις αλλο μὲν εφη οὐδέν, θεὸν δ' ἐπεκαλεῖτο, τοιαύταις ἀνάγκαις τὴν ̓Αντιπάτρου μητέρα περιπεσεῖν, ὡς κακῶν αἰτίαν. τοῦτο εἰς πλείονα τὸν ̔Ηρώδην ἐκίνησεν ερευναν· καὶ πάντα σφοδροτέραις βασάνοις αἱ γυναῖκες περιβληθεῖσαι πεποιήκασιν εκπυστα, τοὺς κώμους καὶ τὰς κρυπτὰς συνόδους, καὶ λόγους ̓Αντιπάτρου πρὸς τὰς γυναῖκας γενομένους Φερώρου, μῖσος πρὸς τὸν πατέρα, ὀλοφύρσεις πρὸς τὴν μητέρα, οτι ἐπὶ μήκιστον ἡ ζωὴ παρατέταται τῷ πατρί, ὡς μηδ' αἰσθέσθαι τῶν τῆς βασιλείας ἡδέων, ειποτε αὐτῷ γένηται, διὰ γῆρας ηδη αὐτῷ ἐπικείμενον· καὶ αλλα δὲ πλείω καὶ τοῦ πατρὸς καθαπτόμενα αἱ γυναῖκες ελεγον. 1.395 τούτοις ηδη καταγνοὺς ̓Αντιπάτρου ὁ βασιλεὺς ἀφαιρεῖται μὲν τὴν ἐκείνου μητέρα τὴν ∆ωρίδα τὸν περὶ αὐτὴν πάντα κόσμον ταλάντων οντα πολλῶν, αὐτὴν δὲ ἀποπέμπεται. μάλιστα δ' ἐξώτρυνε κατὰ τοῦ υἱοῦ τὸν ̔Ηρώδην ἐπίτροπος ἐκείνου ̓Αντίπατρος, αλλα τε κατειπὼν ἐν τῷ βασανίζεσθαι καὶ οτι φάρμακον δοίη Φερώρᾳ, ἐντειλάμενος δοῦναι αὐτὸ τῷ πατρὶ παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ιν' ειη ἀνύποπτος μὴ παρών, καὶ τοῦτο τὸν Φερώραν φυλάσσειν δοῦναι τῇ γυναικί. ἡ γυνὴ δὲ ὡμολόγει, καὶ ἀπιοῦσα κομίσαι τὸ φάρμακον ἐκ τοῦ τέγους ερριψεν ἑαυτήν, οὐ μὴν ἐτελεύτησε. καὶ ἀνακτηθεῖσαν ἠρώτα πάλιν ὁ βασιλεύς· ἡ δὲ ωμοσε πάντα ἐρεῖν ὡς ἐπέπρακτο. καὶ λαβεῖν εφη τὸ φάρμακον παρὰ τοῦ ἀνδρός, ἡτοιμασμένον ἐπ' αὐτὸν τὸν πατέρα ὑπ' ̓Αντιπάτρου. νοσήσαντος δὲ Φερώρα, ἐπεὶ ἐλθὼν αὐτὸς ἐθεράπευε τὸν ἀδελφόν, ὁρῶν σου τὴν ευνοιαν ἐκεῖνος "πρὸς ἐμέ" εφη "κόμισον, ω γύναι, τὸ φάρμακον, καὶ κατάκαυσον ἐπ' οψει ἐμῇ." κἀγὼ αὐτίκα ὡς ἐκεῖνος ἐνετέλλετο επραττον, τὸ μὲν πλεῖστον πυρὶ παραδοῦσα, ἑαυτῇ δ' ὑπολειπομένη ὀλίγον, ιν' αὐτῷ χρησαίμην, εἰ μεταστάντος Φερώρα κακά μοι παρὰ σοῦ ἀπαντᾷ. παρῆγε δὲ εἰς τὸ μέσον τὴν πυξίδα τε καὶ τὸ φάρμακον. κατηγορεῖτο δὲ καὶ ἡ τοῦ βασιλέως γυνή, ἡ τοῦ ἀρχιερέως θυγάτηρ, ὡς συνίστωρ ἁπάντων· ην αὐτίκα ἐξέβαλε, καὶ τὸν υἱὸν αὐτῆς ἀπήλειψε τῶν διαθηκῶν, εἰς τὸ βασιλεῦσαι μεμνημένων ἐκείνου. καὶ τὸν πενθερὸν Σίμωνα τὸν τοῦ Βοηθοῦ τὴν ἀρχιερωσύνην ἀφείλετο, ετερον δὲ καθιστᾷ τὸν τοῦ Θεοφίλου Ματθίαν. ̓Εν τούτῳ δὲ ἀπελεύθερος ̓Αντιπάτρου Βάθυλος 1.396 ἀπὸ ̔Ρώμης παρῆν φάρμακον κομίζων τῇ τοῦ ̓Αντιπάτρου μητρὶ καὶ Φερώρᾳ· ος ἐξεταζόμενος ελεγε πεμφθῆναι αὐτό, ιν' εἰ μὴ τὸ πρότερον απτοιτο τοῦ πατρός, τούτῳ γοῦν κατεργασθείη. ἐπεφέρετο δὲ καὶ γράμματα παρὰ τῶν ἐν ̔Ρώμῃ τῷ ̔Ηρώδῃ φίλων, κατηγορίαν ποιούμενα ̓Αρχελάου καὶ Φιλίππου, ἐν ̔Ρώμῃ διαγόντων ἐπὶ μαθήμασιν, ὡς τάχα τὸν πατέρα κατηγορούντων ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν, καὶ δεδοικότων καὶ περὶ ἑαυτοῖς. ταῦτα δὲ μεγάλων μισθῶν τῷ ̓Αντιπάτρῳ ἐπράττετο. ̔Ηρώδης δ' ἐπικρυψάμενος τὴν ὀργὴν ἐκέλευε μὴ βραδύνειν· καὶ τῇ μητρὶ αὐτοῦ μέμψεις ἐπάγων, ἐπηγγέλλετο ἀναθήσεσθαι ταύτας αὐτῷ, ὁπότε ἀφίκοιτο. τούτοις τοῖς γράμμασι περὶ Κιλικίαν ἐνέτυχεν. ἐν Τάραντι δὲ τὴν Φερώρου μαθὼν τελευτὴν δεινῶς ηνεγκεν, οὐ δι' ευνοιαν, ἀλλ' οτι μὴ φθάσας, ὡς ὑπέσχετο, τὸν ̔Ηρώδην ἀναιρῆσαι, ἀπέθανε. καταχθεὶς δὲ εἰς τὸν λεγόμενον Σεβαστὸν λιμένα, ἐπ' ὀνόματι τοῦ Καίσαρος ουτω καλούμενον, ἐν προύπτοις ην ηδη τοῖς κακοῖς, μή τινος αὐτῷ προσιόντος μήτε προσαγορεύοντος. παρῆν δ' ἐν ̔Ιεροσολύμοις, Οὐάρου τοῦ τῆς Συρίας ἡγεμονεύοντος συνεδρεύοντος ̔Ηρώδῃ, κληθέντος ἐπὶ συμβουλῇ περὶ τῶν