1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

197

οὐχ ὡς προσδεξαμένου, οὐχ ὡς συγχωρήσαντος, ἀλλ' ὡς ὑποστάντος γέννησιν, ὡς ὑπομείναντος σταυρόν, ὡς ἀπο θανόντος καὶ ἀναστάντος· εἰς τὸ ὄνομα δὲ τοῦ παρακλήτου, οὔτε ὡς Πατρὸς οὔτε ὡς Υἱοῦ ἀλλ' ὡς μαρτυροῦντος τῇ τε εὐδοκίᾳ τοῦ Θεοῦ καὶ τῇ συγχωρήσει καὶ τῇ ἐν πᾶσιν ὑπακοῇ τοῦ μονογενοῦς. Oἱ δὲ μὴ οὕτω βαπτίζοντες ὡς ἀγνοοῦντες τὸ μυστήριον τῆς εὐσεβείας καθαιρείσθωσαν. Ὁ γὰρ τὸν Πατέρα πεπονθέναι λέγων ἀσεβεῖ Ἰουδαίων βαρύτερα, μετὰ Χριστοῦ καὶ τὸν Πατέρα προσηλῶν· ὁ δὲ τὸν Υἱὸν ἀρνούμενος τὸν μονογενῆ δι' ἡμᾶς σαρκωθῆναι καὶ σταυρὸν ὑπομεμενηκέναι θεομάχος ἐστὶ καὶ τῶν ἁγίων πολέμιος· ὁ δὲ τὸν παρά κλητον Πατέρα ὀνομάζων ἢ Υἱὸν ἀνεπιστήμων ἐστὶ καὶ ἀνόητος, τὸν διάκονον τοῦ μονογενοῦς συνδημιουργὸν καὶ συμπρονοητὴν καὶ συννομοθέτην καὶ συγκριτὴν καὶ συναίτιον τῆς ἀναστάσεως ἢ ἀρχιερέα ὁμότιμον τῷ Υἱῷ ἢ τῷ Πατρὶ ἀποδεικνύων, ἢ δύο ἀνάρχους δοξάζων ἢ δύο πατέρας λέγων, ἀνήκοος τοῦ λέγοντος· «Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν.» Ταῦτα ἐφ' ἡμῶν γὰρ Σίμων ὁ μάγος ἐξηρεύξατο, σπάσας τῷ λαῷ πλάνον καὶ ἄστατον καὶ πονηρὸν εἰς ἑαυτὸν τὸ πνεῦμα, καὶ ἕνα τριώνυμον εἶναι φλυαρήσας τὸν Θεόν, ποτὲ δὲ καὶ τὸ πάθος τοῦ Χριστοῦ καὶ τὴν γέννησιν περι κόψας. Ὑμεῖς οὖν, ὦ ἐπίσκοποι, εἰς ἕνα Θεὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τρίτον βαπτίσατε κατὰ τὴν τοῦ Κυρίου γνώμην καὶ τὴν ἡμετέραν ἐν Πνεύματι διάταξιν. να. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἢ ὅλως ἐκ τοῦ καταλόγου τοῦ ἱερατικοῦ γάμου καὶ κρεῶν καὶ οἴνου οὐ δι' ἄσκησιν, ἀλλὰ διὰ βδελυρίαν ἀπέχεται, ἐπιλα θόμενος, ὅτι· «Πάντα καλὰ λίανή καὶ ὅτι· «Ἄρσεν καὶ θῆλυ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον», ἀλλὰ βλασφημῶν διαβάλλει τὴν δημιουργίαν, ἢ διορθούσθω ἢ καθαιρείσθω καὶ τῆς Ἐκκλησίας ἀποβαλλέσθω· ὡσαύτως καὶ λαϊκός. νβ. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλὰ ἀποβάλλεται, καθαι ρείσθω, ὅτι λυπεῖ τὸν Χριστὸν τὸν εἰπόντα· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» νγ. Eἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ἐν ταῖς ἡμέραις τῶν ἑορτῶν οὐ μεταλαμβάνει κρεῶν ἢ οἴνου, καθαι ρείσθω ὡς κεκαυτηριασμένος τὴν συνείδησιν καὶ αἴτιος σκανδάλου πολλοῖς γενόμενος. νδ. Eἴ τις κληρικὸς ἐν καπηλείῳ φωραθῇ ἐσθίων, ἀφορι ζέσθω, παρὲξ τοῦ ἐν πανδοχείῳ ἐν ὁδῷ δι' ἀνάγκην καταλύειν.