1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

49

ἀπηλλάγη πραγμάτων. Aἱροῦ οὖν μᾶλλον βλάπτεσθαι καὶ τὰ πρὸς εἰρήνην σπουδάζειν, οὐ μόνον πρὸς τοὺς ἀδελφούς, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· βλαβεὶς γάρ τι τῶν βιωτικῶν τὰ πρὸς Θεὸν οὐ ζημιωθήσῃ, ἅτε θεοσεβὴς ὑπάρχων καὶ κατ' ἐντολὴν Χριστοῦ ζῶν. Eἰ δὲ ἀδελφοὶ εἰς ἀλλήλους ἔχουσιν, ὃ μὴ γένοιτο, αὐτόθεν νοεῖν ὀφείλετε οἱ προηγούμενοι, ὅτι οἱ τοιοῦτοι οὐκ ἀδελφῶν ἐν Κυρίῳ ἔργον ἐπιτελοῦσιν, ἀλλὰ μᾶλλον ἐχθρῶν πολεμίων. Καὶ εἷς μὲν αὐτῶν εὑρεθήσεται ἤπιος, ἐπιεικής, φωτὸς τέκνον, ἕτερος δὲ ἀνήμερος, αὐθάδης, πλεονέκτης· ὁ οὖν καταγινωσκόμενος ἐπιτιμάσθω, ἀφορι ζέσθω, δίκην τῆς μισαδελφίας τιννύτω, εἶτα μεταμελόμενος προσλαμβανέσθω· καὶ οὕτω σωφρονιζόμενοι, ἐπικουφίσουσιν ὑμῖν τὰ κριτήρια. Χρὴ δὲ καὶ συγχωρεῖν τὰ εἰς ἀλλήλους ἀδικήματα, οὐ τοὺς κρίνοντας, ἀλλὰ τοὺς ἔχοντας εἰς ἑαυτούς, καθὼς καὶ ὁ Κύριος ἀπεφήνατο ἐμοῦ Πέτρου ἐρωτήσαντος αὐτόν· «Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;» Καὶ εἰπόντος· «Oὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.» Oὕτως γὰρ θέλει ὁ Κύριος ἀληθῶς εἶναι αὐτοῦ μαθητὰς καὶ μηδὲν ἔχειν κατὰ μηδενὸς πώποτε, οἷον ὀργὴν ἄμετρον ἢ θυμὸν ἀνήμερον ἢ ἐπιθυμίαν ἄδικον ἢ μῖσος ἄσπονδον. Τοὺς οὖν ὀργιζομένους συμβιβάζετε εἰς φιλίαν, τοὺς ἐχθραίνοντας εἰς ὁμόνοιαν, ὅτι λέγει Κύριος· «Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Τὰ δικαστήρια ὑμῶν γινέσθω δευτέρᾳ σαββάτων, ὅπως, ἐὰν ἀντιλογία τῇ ἀποφάσει ὑμῶν γένηται, ἕως σαββά του ἔχοντες ἄδειαν δυνηθείητε εὐθῦναι τὴν ἀντιλογίαν καὶ εἰρηνεῦσαι εἰς τὴν κυριακὴν τοὺς διαφερομένους πρὸς ἀλλήλους. Συμπαρέστωσαν δὲ τῷ δικαστηρίῳ καὶ οἱ διάκονοι καὶ οἱ πρεσβύτεροι, ἀπροσωπολήπτως κρίνοντες ὡς Θεοῦ ἄνθρωποι μετὰ δικαιοσύνης. Παραγενομένων οὖν ἑκατέρων τῶν προσώπων, καθὼς καὶ ὁ Νόμος λέγει· «Στήσονται ἑκάτεροι ἐν μέσῳ τῷ κριτηρίῳ, οἷς ἔστιν ἡ ἀντιλογίαή· καὶ ἀκούσαντες αὐτῶν, ὁσίως ἀνενέγκατε τὰς ψήφους, σπουδάζοντες φίλους αὐτοὺς ἀμφοτέρους ποιῆσαι πρὶν ἀποφάσεως τῆς τοῦ ἐπισκόπου, ὅπως μὴ ἐξέλθοι ἐπὶ γῆς κρίσις κατὰ τοῦ ἁμαρτήσαντος, καθότι καὶ ἐν τῷ δικαστηρίῳ σύμψηφον ἔχει καὶ συνίστορα τῆς δίκης τὸν Χριστὸν τοῦ Θεοῦ. Eἰ δέ τινες ἐν βλασφημίαις τοῦ μὴ καλῶς ὁδεύειν ἐν Κυρίῳ ἐλέγχοιντο ὑπό τινος, ὁμοίως ἀκούσαντες ἑκα τέρων τῶν προσώπων, τοῦ τε κατηγοροῦντος καὶ τοῦ