1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

45

λέγοντες αὐτοῖς· «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα.» Παρακαλεῖν γὰρ χρὴ τοὺς πενθοῦντας καὶ τοῖς ὀλιγοψυχοῦσιν προθυμίαν διδόναι, ὅπως μὴ τῇ ἀμετρίᾳ τῆς λύπης εἰς ἀφροσύνην χωρήσωσιν, ἐπείπερ· «Ὁ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων». Eἰ δέ τις ἐπιστραφεὶς μετανοίας καρπὸν ἐπι δείξηται, τότε καὶ εἰς προσευχὴν εἰσδέξασθε αὐτόν, ὡς τὸν υἱὸν τὸν ἀπολωλότα, τὸν ἄσωτον, τὸν μετὰ πορνῶν μειώσαντα τὴν πατρικὴν οὐσίαν, τὸν χοίρους βόσκοντα καὶ κερατίων ἐμπλησθῆναι ἐπιθυμοῦντα καὶ μὴ τυγχάνοντα, μεταγνόντα καὶ παλινδρομήσαντα πρὸς τὸν πατέρα καὶ εἰπόντα· «Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος καλεῖσθαι υἱός σου», μετὰ μουσικῶν ὁ φιλότεκνος πατὴρ προσελάβετο, καὶ τὴν ἀρχαίαν στολὴν καὶ τὸν δακτύλιον καὶ τὰ ὑποδήματα ἀποδούς, σφάξας τε τὸν σιτευτὸν μόσχον ηὐφραίνετο μετὰ τῶν φίλων. Oὕτως οὖν καὶ σὺ ποίει, ὦ ἐπίσκοπε· ἀλλ' ὥσπερ τὸν ἐθνικὸν λούσας εἰσδέχῃ μετὰ τὴν διδασκαλίαν, οὕτω καὶ τοῦτον χειροθετήσας, ὡς ἂν μετανοίᾳ κεκαθαρμένον, πάντων ὑπὲρ αὐτοῦ προσευχομένων, ἀποκαταστήσεις αὐτὸν εἰς τὴν ἀρχαίαν αὐτοῦ νομήν, καὶ ἔσται αὐτῷ ἀντὶ τοῦ λούσματος ἡ χειροθεσία· καὶ γὰρ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἡμετέρων ἐδίδοτο τὸ Πνεῦμα τὸ ἅγιον τοῖς πιστεύουσιν. Κἄν τις τῶν μὴ σεσαλευμένων ἀδελφῶν αὐτοῦ ἐγκαλέσῃ σοι, ὅτι δὴ κατηλλάγης αὐτῷ, εἰπὲ πρὸς αὐτόν· «Σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα σά ἐστιν· εὐφραν θῆναι δὲ ἔδει καὶ χαρῆναι, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησεν, ἀπολωλὼς καὶ εὑρέθη.» Ὅτι γὰρ οὐ μόνον προσδέχεται ὁ Θεὸς τοὺς μετανοοῦντας, ἀλλὰ καὶ εἰς τὴν προτέραν ἀξίαν ἀποκαθίστησιν, ἱκανὸς μάρτυς ὁ ἅγιος ∆αυίδ, ὃς μετὰ τὴν εἰς τὸν Oὐρίαν ἁμαρτίαν ηὔχετο τῷ Θεῷ λέγων· «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με», καὶ πάλιν· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.» Καὶ σὺ οὖν ὡς συμπαθὴς ἰατρὸς τοὺς ἡμαρτηκότας πάντας θεράπευε, χρώμενος σωτηρίοις πρὸς βοήθειαν ἀγωγαῖς, μὴ μόνον τέμνων ἢ καίων ἢ ξήρια προσφέρων, ἀλλὰ καὶ ἐπιδεσμῶν καὶ μοτῶν καὶ ἐνιεὶς γλυκέα φάρμακα ἐπουλωτικὰ καὶ καταβρέχων λόγοις παρακλητικοῖς. Ἐὰν