28
ὑγίαζε, σώους ἀποκαθίστα τῇ Ἐκκλησίᾳ. Ποίμαινε τὸ ποίμνιον μὴ ἐν κράτει μετὰ ἐμπαιγμοῦ ὡς κατεξου σιάζων, ἀλλ' ὡς ποιμὴν χρηστὸς τῷ κόλπῳ συνάγων τὰ ἀρνία καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλῶν. Ἔσο δὲ χρηστός, ἀγαθός, ἤπιος, ἄδολος, ἀψευδής, μὴ σκληρός, μὴ αὐθάδης, μὴ ἀπότομος, μὴ ἀλαζών, μὴ ἀνηλεής, μὴ τετυφωμένος, μὴ ἀνθρωπάρεσκος, μὴ δειλός, μὴ δίγνωμος, μὴ ἐμπαίζων τοῖς ὑπὸ σὲ λαοῖς, μὴ ἀπο κρύπτων ἀπ' αὐτῶν τὰ τοῦ Θεοῦ νόμιμα καὶ τοὺς περὶ μετανοίας λόγους, μὴ πρόχειρος πρὸς τὸ ἐξῶσαι καὶ ἐκβαλεῖν, ἀλλὰ ἀσφαλής, μὴ φιλεπιτιμητής, μὴ προπετής, μὴ παρα δεχόμενος κατά τινος μαρτυρίαν ἄνευ τριῶν μαρτύρων, καὶ τούτων ἂν ὁ τρόπος ᾖ μεμαρτυρημένος πάλαι, καὶ εἰ μὴ ἀπὸ ἔχθρας κινούμενοι καὶ φθόνου. Eἰσὶ γὰρ πολλοὶ ἐπιχαιρεσίκακοι, πρόγλωσσοι, τριττὴν γλώσσαν ἔχοντες, μισάδελφοι, ἔργον τιθέμενοι σκορπίζειν τὰ Χριστοῦ πρόβατα, ὧν εἰ παραδέχεσθαι θέλεις τοὺς λόγους ἀκρίτως, διασπερεῖς σου τὸ ποίμνιον καὶ παραδώσεις λύκοις εἰς κατάβρωμα, τοῦτ' ἔστι δαίμοσιν καὶ πονηροῖς ἀνθρώποις, μᾶλλον δὲ οὐκ ἀνθρώποις, ἀλλὰ θηρίοις ἀνθρωποειδέσιν, ἐθνικοῖς καὶ Ἰουδαϊσταῖς καὶ αἱρεσιώταις ἀθέοις. Τῷ γὰρ ἐκβληθέντι τῆς Ἐκκλησίας εὐθὺς προσπε λάζουσιν οἱ λυμεῶνες ὡς λύκοι καὶ ὡς ἄρνα βορὰν ἡγοῦνται, κέρδος ἴδιον ἡγούμενοι τὴν ἐκείνου ἀπώλειαν· καὶ γὰρ ὁ τούτων πατὴρ διάβολος ἀνθρωποκτόνος ἐστίν· καὶ ὁ διὰ τῆς σῆς ἀκρισίας ἀδίκως ἀφορισθεὶς καὶ ἀθυμίᾳ συσχεθεὶς καὶ ὀλιγοψυχήσας ἢ εἰς ἔθνη ἀποπλανηθήσεται ἢ εἰς αἱρέσεις συμποδισθήσεται, καὶ παντελῶς τῆς Ἐκκλησίας καὶ τῆς εἰς Θεὸν ἐλπίδος ἀπαλλοτριωθήσεται καὶ συμποδισθήσεται ὑπὸ ἀσεβείας, καὶ γενήσῃ σὺ τῆς ἐκείνου ἀπωλείας ἔνοχος. Oὐ γὰρ δίκαιόν ἐστιν, ἕτοιμον μὲν εἶναι ἐκβάλλειν τὸν ἡμαρτηκότα, ὀκνηρὸν δὲ ὑπάρχειν εἰς τὸ προσδέχεσθαι τὸν ἐπιστρέφοντα, καὶ πρόχειρον μὲν εἰς τὸ ἀποκόπτειν, ἀνηλεῆ δὲ εἰς τὸ τὸν ἀλγοῦντα ἰᾶσθαι· περὶ δὲ τῶν τοιούτων λέγει ἡ θεία γραφή· «Oἱ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοί εἰσιν τοῦ ἐκχέειν αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ὁδὸς δὲ εἰρήνης ἐστὶν ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὃς καὶ ἐδίδαξεν ἡμᾶς λέγων· «Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν· δίδοτε, καὶ δοθήσεται ὑμῖν», τοῦτ' ἔστιν δίδοτε ἄφεσιν ἁμαρτιῶν, καὶ ἀφεθήσεται ὑμῖν τὰ παραπτώματα, ὡς καὶ διὰ τῆς εὐχῆς ἡμᾶς ἐπαίδευσεν λέγειν πρὸς Θεόν· «Ἄφες