1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

147

φωνῆς καὶ ὄσφρησιν ἀτμῶν καὶ χεῖρας εἰς ἔργον καὶ πόδας πρὸς ὁδοιπορίαν. Καὶ ταῦτα πάντα ἐκ μικρᾶς σταγόνος δια πλάσας ἐν μήτρᾳ καὶ ψυχὴν ἀθάνατον μετὰ τὴν μόρφωσιν χαρίζῃ καὶ προάγεις εἰς φῶς τὸ λογικὸν ζῷον, τὸν ἄνθρωπον· νόμοις ἐπαίδευσας, δικαιώμασιν ἐφαίδρυνας· πρὸς ὀλίγον ἐπάγων διάλυσιν, τὴν ἀνάστασιν ἐπηγγείλω. Ποῖος τοιγα ροῦν αὐτάρκης βίος, αἰώνων δὲ πόσον μῆκος διαρκέσει ἀνθρώποις πρὸς εὐχαριστίαν; Ἠ τὸ μὲν πρὸς ἀξίαν ἀδύ νατον, τὸ δὲ κατὰ δύναμιν εὐαγές. Ἐρρύσω γὰρ ἀσεβείας πολυθέων, καὶ χριστοκτόνων αἱρέσεως ἐξείλω, πεπλανημένης ἀγνοίας ἠλευθέρωσας· τὸν Χριστὸν ἀπέστειλας εἰς ἀνθρώπους ὡς ἄνθρωπον, Θεὸν ὄντα μονογενῆ, τὸν παράκλητον ἐνóκισας ἡμῖν, ἀγγέλους ἐπέστησας, τὸν διάβολον ᾔσχυνας· οὐκ ὄντας ἐποίησας, γενομένους φυλάσσεις, ζωὴν ἐπιμετρεῖς, χορηγεῖς τροφήν, μετάνοιαν ἐπηγγείλω. Ὑπὲρ ἁπάντων σοι ἡ δόξα καὶ τὸ σέβας διὰ Ἰησοῦ Χριστοῦ νῦν καὶ εἰς τοὺς αἰῶνας· ἀμήν. Ταῦτα μελετᾶτε, ἀδελφοί· καὶ εἴη ὁ Κύριος μεθ' ὑμῶν ἐπὶ γῆς καὶ ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ, τοῦ καὶ αὐτὸν ἀποστείλαντος καὶ ἡμᾶς δι' αὐτοῦ ἐλευθερώ σαντος ἐκ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης, καὶ ζωὴν ἐπαγγειλαμένου τοῖς δι' αὐτοῦ πιστεύσασιν εἰς τὸν τῶν ὅλων Θεόν. Ὅπως μὲν οὖν ὀφείλουσι ζῆν οἱ κατὰ Χριστὸν μεμυημένοι καὶ οἵας εὐχαριστίας ἀναπέμπειν τῷ Θεῷ διὰ Χριστοῦ, εἴρηται διὰ τῶν προλαβόντων· δίκαιον δὲ μηδὲ τοὺς ἀμυήτους καταλιπεῖν ἀβοηθήτους. Ὁ μέλλων τοίνυν κατηχεῖσθαι τὸν λόγον τῆς εὐσε βείας παιδευέσθω πρὸ τοῦ βαπτίσματος τὴν περὶ Θεοῦ τοῦ ἀγεννήτου γνῶσιν, τὴν περὶ Υἱοῦ μονογενοῦς ἐπίγνωσιν, τὴν περὶ τοῦ ἁγίου Πνεύματος πληροφορίαν· μανθανέτω δημιουρ γίας διαφόρου τάξιν, προνοίας εἱρμόν, νομοθεσίας διαφόρου δικαιωτήρια· παιδευέσθω, διὰ τί κόσμος γέγονεν καὶ δι' ὃ κοσμοπολίτης ὁ ἄνθρωπος κατέστη· ἐπιγινωσκέτω τὴν ἑαυτοῦ φύσιν, οἵα τις ὑπάρχει· παιδευέσθω, ὅπως ὁ Θεὸς τοὺς πονηροὺς ἐκόλασεν ὕδατι καὶ πυρὶ, τοὺς δὲ ἁγίους ἐδόξασεν καθ' ἑκάστην γενεάν, λέγω δὴ τὸν Σήθ, τὸν Ἐνώς, τὸν Ἐνώχ, τὸν Νῶε, τὸν Ἀβραὰμ καὶ τοὺς ἐκγόνους αὐτοῦ, τὸν Μελχισε δὲκ καὶ τὸν Ἰὼβ καὶ τὸν Μωϋσέα, Ἰησοῦν τε καὶ Χαλὲβ καὶ Φινεὲς τὸν ζηλωτὴν, τὸν ἱερέα καὶ τοὺς καθ' ἑκάστην γενεὰν ὁσίους, ὅπως τε προνοούμενος οὐκ ἀπεστράφη ὁ Θεὸς τὸ τῶν ἀνθρώπων γένος, ἀλλ' ἀπὸ πλάνης καὶ ματαιότητος εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλει κατὰ διαφόρους καιρούς, ἀπὸ