1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

13

ἐλεηθήσονται.» Ἔστω δὲ καὶ εἰρηνοποιός, ὅτι πάλιν λέγει· «Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Γινέσθω δὲ καὶ εὐσυνείδητος, πάσης κακίας καὶ πονηρίας καὶ ἀδικίας κεκαθαρμένος, ὅτι πάλιν εἴρηται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ἔστω οὖν καὶ νηφάλιος, σώφρων, κόσμιος, εὐσταθής, ἀτάραχος, μὴ πάροινος, μὴ πλήκτης, ἀλλ' ἐπιεικής, ἄμαχος, ἀφιλάργυρος· μὴ νεόφυτος, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ὅτι· «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται». Τοιοῦτον δὲ δεῖ εἶναι τὸν ἐπίσκοπον· μιᾶς γυναικὸς ἄνδρα γεγενημένον μονογάμου, καλῶς τοῦ ἰδίου οἴκου προεστῶτα. Oὕτως γὰρ δοκιμα ζέσθω, ὁπόταν τὴν χειροτονίαν λαμβάνων καθίσταται ἐν τῷ τόπῳ τῆς ἐπισκοπῆς· εἰ ἔστι πιστὸς καὶ κόσμιος καὶ σεμνός, εἰ γυναῖκα πιστὴν καὶ σεμνὴν ἔχει ἢ ἔσχηκεν, εἰ τέκνα θεοσεβῶς ἀναθρέψας καὶ ἐν νουθεσίᾳ Κυρίου παι δεύσας προήγαγεν, εἰ οἱ κατ' οἶκον αὐτοῦ, εὐλαβούμενοι καὶ ἐντρεπόμενοι αὐτόν, ὑπήκοοι πάντες εἰσὶν αὐτῷ. Eἰ γὰρ οἱ κατὰ σάρκα ἴδιοι αὐτοῦ πρὸς αὐτὸν στασιάζουσιν καὶ ἀπειθοῦσιν, πῶς οἱ ἔξω τῆς οἰκίας αὐτοῦ ἴδιοι γενόμενοι αὐτῷ ὑποταγήσονται; ∆οκιμαζέσθω οὖν, εἰ ἄμωμός ἐστιν περὶ τὰς βιωτικὰς χρείας· γέγραπται γάρ· «Μωμοσκοπεῖσθε τὸν μέλλοντα εἰς ἱερωσύνην προχειρίζεσθαι.» Ὑπαρχέτω οὖν καὶ ἀόργητος, ὅτι λέγει ἡ Σοφία· «Ὀργὴ καὶ φρονίμους ἀπόλλυσιν.» Ἔστω δὲ εὔσπλαγχνος, ἀβάναυσος, ἀγαπητι κός, ὅτι λέγει Κύριος· «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.» Ἔστω καὶ εὐμετάδοτος, φιλόχηρος, φιλόξενος, ὑπηρετικός, εὐδιάκονος, εὔσκυλτος, ἀνεπαίσχυντος, εἰδὼς τὸν μᾶλλον ὄντα ἄξιον ὑπολήψεως. Eἰ γὰρ χήρα τις ὑπάρχουσα ἡ δυναμένη ἐπαρκεῖν ἐν τῷ βίῳ τὰ χρηστήρια, ἑτέρα δὲ οὐ χήρα, ἀλλ' ἐνδεὴς ὑπάρχει καὶ διὰ νόσον ἢ τεκνοτροφίαν ἢ δι' ἀσθένειαν χειρῶν, ἐπὶ ταύτην μᾶλλον ἐκτεινάτω τὴν χεῖρα. Eἰ δέ τις ὡς καταφαγᾶς ἢ μέθυσος ἢ ἀργὸς ἐν τοῖς βιωτικοῖς θλίβεται, οὐκ ἔστιν ἄξιος ἐπικου ρίας, οὔτε μὴν Ἐκκλησίας Θεοῦ. Λέγει γὰρ ἡ γραφὴ περὶ τούτων φάσκουσα, ὅτι «Κρύψας ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν κόλπον οὐ δυνήσεται ἀπενεγκεῖν αὐτὴν εἰς τὸ στόμα αὐτοῦ.» Καὶ πάλιν· «Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρωγότα πᾶς