1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

97

τὸν Ἰησοῦν οὐκ ἐπίστευον αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων αἰώνων ὑπ' αὐτοῦ γεγεννημένον, Υἱὸν μονογενῆ, Λόγον Θεόν, ὃν οὐκ ἐπέγνωσαν δι' ἀπιστίαν, οὔτε διὰ τῶν ἐνεργειῶν αὐτοῦ, οὔτε μὴν διὰ τῶν περὶ αὐτοῦ γεγραμμένων προφητειῶν. Ὅτι γὰρ ἐκ παρθένου γεννη θήσεται, ἀνεγίνωσκον τὸ «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅτι παιδίον ἐγεννήθη, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ êμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυ ρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Ὅτι δὲ διὰ κακίαν ὑπερβάλλουσαν ἀπειθή σουσιν αὐτῷ, λέγει· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Καὶ ἑξῆς· «Ἀχοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.» ∆ιὸ ἤρθη ἀπ' αὐτῶν ἡ γνῶσις, ὅτι ἰδόντες παρεῖδον καὶ ἀκούσαντες οὐκ ἤκουσαν. Ὑμῖν δὲ τοῖς ἐξ ἐθνῶν ἐδόθη ἡ βασιλεία, ὅτι μὴ γινώ σκοντες Θεὸν διὰ τοῦ κηρύγματος πιστεύσαντες ἔγνωτε αὐτόν, μᾶλλον δὲ ἐγνώσθητε ὑπ' αὐτοῦ διὰ Ἰησοῦ τοῦ σωτῆρος καὶ λυτρωτοῦ τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Μετα βάντες γὰρ ἀπὸ τῆς προτέρας ματαιοπόνου συνηθείας καὶ τῶν ἀψύχων εἰδώλων ὑπεριδόντες καὶ τῶν ἐν σκότει δαιμόνων καταφρονήσαντες, προσδραμόντες τε τῷ φωτὶ τῷ ἀληθινῷ καὶ ἐπιγνόντες δι' αὐτοῦ τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα, κληρονόμοι τῆς αὐτοῦ βασιλείας ἀνεφάνητε. Βαπτισθέντες γὰρ εἰς τὸν τοῦ Κυρίου θάνατον καὶ εἰς τὴν ἀνάστασιν αὐτοῦ, ὡς ἀρτιγέννητα βρέφη ἀνενέργητοι πρὸς πᾶσαν ἁμαρτίαν ὀφείλετε εἶναι· οὐ γάρ ἐστε ἑαυτῶν, ἀλλὰ τοῦ ἀγοράσαντος ὑμᾶς τῷ ἑαυτοῦ αἵματι. Περὶ γὰρ τοῦ ποτε Ἰσραὴλ εἶπεν ὁ Κύριος διὰ τὴν ἀπιστίαν αὐτῶν, ὅτι· Ἀρθήσεται ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλαδὴ ὅτι ὑμῖν τοῖς ποτε οὖσιν ἀπεξενωμένοις αὐτοῦ μακρὰν δοὺς τὴν βασιλείαν, ἐκδέχεται τοὺς τῆς εὐγνωμοσύνης καρπούς. Ὑμεῖς γάρ ἐστε οἵ ποτε ἀποσταλέντες εἰς τὸν ἀμπελῶνα καὶ μὴ ὑπακούσαντες, ἐκεῖνοι δὲ οἱ ὑπακούσαντες· ἀλλὰ ὑμεῖς μὲν μεταμεληθέντες ἐπὶ τῇ ἀντιλογίᾳ ἐργάζεσθε ἐν αὐτῷ νῦν, οἱ δὲ δυσχεράναντες ἐπὶ ταῖς ἑαυτῶν συνθήκαις οὐ μόνον ἀνέργαστον κατέλειψαν τὸν ἀμπελῶνα, ἀλλὰ καὶ τοὺς ἐπιτρόπους τοῦ κυρίου τοῦ ἀμπελῶνος ἀπέκτειναν, ὃν μὲν λίθοις, ὃν δὲ ξίφει, καὶ τὸν μὲν ἔπρισαν, τὸν δὲ ἔνδον