1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

133

τῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν.» Oὐ κακολογήσεις· «Μὴ ἀγάπα γάρ, φησί, κακο λογεῖν, ἵνα μὴ ἐξαρθῇς.» Oὐδὲ μνησικακήσεις· «Ὁδοὶ γὰρ μνησικάκων εἰς θάνατον.» Oὐκ ἔσῃ δίγνωμος οὐδὲ δίγλωσσος· «Παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη.» Καὶ· «Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς.» Oὐκ ἔσται ὁ λόγος σου κενός· «Περὶ παντὸς γὰρ λόγου ἀργοῦ δώσετε λόγον.» Oὐ ψεύσῃ· «Ἀπολεῖς γάρ, φησί, πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.» Oὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ· «Oὐαὶ γάρ, φησίν, ὁ πλεονεκτῶν τὸν πλησίον πλεονεξίαν κακήν.» Oὐκ ἔσῃ ὑποκριτής, ἵνα μὴ τὸ μέρος σου μετ' αὐτῶν θῇς. Oὐκ ἔσῃ κακοήθης οὐδὲ ὑπερήφανος· «Ὑπερηφά νοις γὰρ Κύριος ἀντιτάσσεται.» Oὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι· «Τοῦ Κυρίου ἡ κρίσις.» Oὐ μισήσεις πάντα ἄνθρωπον. «Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν.» Καὶ· «Ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε.» Φεῦγε ἀπὸ παντὸς κακοῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτῷ· «Ἄπεχε γάρ, φησίν, ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.» Μὴ γίνου ὀργίλος μηδὲ βάσκανος μηδὲ ζηλωτὴς μηδὲ μανικὸς μηδὲ θρασύς, μὴ πάθῃς τὰ τοῦ Καν καὶ τὰ τοῦ Σαοὺλ καὶ τὰ τοῦ Ἰωάβ· ὅτι ὃς μὲν ἀπέκτεινεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ διὰ τὸ πρόκριτον αὐτὸν εὑρε θῆναι παρὰ Θεῷ καὶ διὰ τὸ προσδεχθῆναι τὴν θυσίαν αὐτοῦ, ὃς δὲ τὸν ὅσιον ∆αυὶδ ἐδίωκεν νικήσαντα τὸν Γολιὰθ τὸν Φιλιστιαῖον, ζηλώσας ἐπὶ τῇ τῶν χορευτριῶν εὐφημίᾳ, ὃς δὲ τοὺς δύο στρατηλάτας ἀνεῖλεν, τὸν Ἀβεννὴρ τὸν τοῦ Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ τὸν τοῦ Ἰούδα. Μὴ γίνου οἰωνοσκόπος, ὅτι ὁδηγεῖ πρὸς εἰδωλολα τρείαν· «Oἰώνισμα δέ, φησὶν ὁ Σαμουήλ, ἁμαρτία ἐστίν», καὶ «Oὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ μαντεία ἐν Ἰσραήλ.» Oὐκ ἔσῃ ἐπ-δων ἢ περικαθαίρων τὸν υἱόν σου, οὐ κληδονιεῖς οὐδὲ οἰωνισθήσῃ οὐδὲ ὀρνεοσκοπήσεις οὐδὲ μαθήσῃ μαθήματα πονηρά· ταῦτα γὰρ ἅπαντα καὶ ὁ νόμος ἀπεῖπεν. Μὴ γίνου ἐπιθυμητὴς κακῶν, ὁδηγηθήσῃ γὰρ εἰς ἀμετρίαν ἁμαρτημάτων. Oὐκ ἔσῃ αἰσχρολόγος οὐδὲ ·ιψόφθαλμος οὐδὲ μέθυσος· ἐκ γὰρ τούτων πορνεῖαι καὶ μοιχεῖαι γίνονται. Μὴ γίνου φιλάργυρος, ἵνα μὴ ἀντὶ Θεοῦ δουλεύσῃς τῷ μαμωνᾷ. Μὴ γίνου κενόδοξος μηδὲ μετέωρος μηδὲ ὑψηλόφρων, ἐκ γὰρ τούτων ἁπάντων ἀλαζο νεῖαι γεννῶνται· μνήσθητι τοῦ εἰπόντος· «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ