1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

186

ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς παρεπιδημίας ἡμῶν, τὸν ἄγγελον τὸν ἐπὶ τῆς εἰρήνης, χριστιανὰ τὰ τέλη, ἵλεω καὶ εὐμενῆ τὸν Θεόν· ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ παραθώμεθα. Καὶ ὁ ἐπίσκοπος ἐπευχόμενος λεγέτω· Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ ἀσύγκριτος καὶ ἀπροσδεής, ὁ δοὺς τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν δὲ σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τῆς νυκτός· αὐτὸς καὶ νῦν ἔπιδε ἐφ' ἡμᾶς εὐμενέσιν ὀφθαλμοῖς καὶ πρόσδεξαι τὰς ἑωθινὰς ἡμῶν εὐχαριστίας καὶ ἐλέησον ἡμᾶς· οὐ γὰρ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον· οὐ γὰρ ἔστιν ἐν ἡμῖν θεὸς πρόσφατος, ἀλλὰ σὺ ὁ αἰώνιος καὶ ἀτελεύτητος· ὁ τὸ εἶναι ἡμῖν διὰ Χριστοῦ παρασχόμενος καὶ τὸ εὖ εἶναι δι' αὐτοῦ δωρησάμενος, αὐτὸς ἡμᾶς δι' αὐτοῦ καταξίωσον καὶ τῆς αἰωνίου ζωῆς, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Κλίνατε τῇ χειροθεσίᾳ. Καὶ ὁ ἐπίσκοπος ἐπευχέσθω λέγων· Ὁ Θεὸς ὁ πιστὸς καὶ ἀληθινός, ὁ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσίν σε, ὁ φίλος ταπεινῶν καὶ πενήτων προστάτης, οὗ πάντα ἐν χρείᾳ καθέστηκεν, ὅτι τὰ σύμπαντα δοῦλά σου· ἔπιδε ἐπὶ τὸν λαόν σου τοῦτον, τοὺς κεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς, καὶ εὐλόγησον αὐτοὺς εὐλογίαν πνευματικήν, φύλαξον αὐτοὺς ὡς κόρην ὀφθαλμοῦ, διατήρησον αὐτοὺς ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ, καὶ καταξίωσον αὐτοὺς τῆς αἰωνίου ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ ἠγαπημένῳ σου Παιδί, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Προέλθετε ἐν εἰρήνῃ. Ἐπὶ δὲ ταῖς προσφερομέναις ἀπαρχαῖς οὕτως εὐχαριστείτω ὁ ἐπίσκοπος· Eὐχαριστοῦμέν σοι, Κύριε παντοκράτορ, δημιουρ γὲ τῶν ὅλων καὶ προνοητά, διὰ τοῦ μονογενοῦς σου Παιδὸς Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου ἡμῶν, ἐπὶ ταῖς προσενεχθείσαις σοι ἀπαρχαῖς, οὐχ ὅσον ὀφείλομεν, ἀλλ' ὅσον δυνάμεθα. Τίς γὰρ ἀνθρώπων ἐπαξίως εὐχαριστῆσαί σοι δύναται ὑπὲρ ὧν δέδωκας αὐτοῖς εἰς μετάληψιν; Ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντων τῶν ἁγίων, ὁ πάντα τελεσφορήσας διὰ τοῦ λόγου σου καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφῦσαι καρποὺς εἰς εὐφροσύνην καὶ τροφὴν ἡμετέραν, ὁ δοὺς τοῖς νωθεστέροις καὶ βληχώδεσιν χιλόν,