1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

2

αὐτοῦ οὐδὲ τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε ὅσα τοῦ πλησίον σου ἐστίν», ὅτι ἡ πᾶσα τούτων ἐπιθυμία ἐκ τοῦ πονηροῦ ὑπάρχει. Ὁ γὰρ ἐπιθυμήσας τὴν γυναῖκα ἢ τὸν παῖδα ἢ τὴν παιδίσκην τοῦ πλησίον ἤδη κατὰ διάνοιαν μοιχὸς καὶ κλέπτης ἐστίν, ἐὰν μὴ μεταγνῷ, καὶ κέκριται ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἡ δόξα τῷ Θεῷ εἰς τοὺς αἰῶνας· ἀμήν. Λέγει γὰρ ἐν τῷ Eὐαγγελίῳ, ἀνακεφα λαιούμενος καὶ στηρίζων καὶ πληρῶν τὴν δεκάλογον τοῦ Νόμου· «Ὅτι ἐν τῷ Νόμῳ γέγραπται· Oὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν», τοῦτ' ἔστιν ἐν τῷ Νόμῳ τῷ διὰ Μωϋσέως ἐγὼ ἐλάλησα, νῦν δὲ ὁ αὐτὸς ὑμῖν λέγω· «Πᾶς, ὅστις ἐμβλέψει εἰς τὴν γυναῖκα τοῦ πλησίον πρὸς τὸ ἐπι θυμῆσαι αὐτήν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Oὕτως ἐκρίθη μοιχὸς κατ' ἔννοιαν ὁ ἐπιθυμήσας. Ὁ δὲ τὸν βοῦν ἢ τὸν ὄνον ἐπιθυμήσας οὐκ ἐπὶ τῷ κλέψαι καὶ ἰδιοποιήσασθαι ἢ καὶ ἀπαγαγεῖν αὐτὰ δια νοεῖται; Ἢ ὁ τὸν ἀγρὸν πάλιν ἐπιθυμήσας καὶ ἐπιμείνας τῇ τοιᾷδε διαθέσει· πονηρεύεται, ὅπως ὁρογλυφήσας ἀναγκάσῃ τὸν ἔχοντα τοῦ μηδενὸς ἀποδόσθαι αὐτῷ· φησὶν γάρ που ὁ προφήτης· «Oὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι.» ∆ιὸ λέγει· «Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα.» Καὶ ἀλλαχοῦ· «Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια πατέρων αὐτοῦ, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» ∆ιό φησιν ὁ Μωϋσῆς· «Oὐ μετακινήσεις ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες σου.» ∆ιὰ ταῦτα οὖν φόβοι, θάνατοι, δικαστήρια, καταδίκαι παρὰ τοῦ Θεοῦ τοῖς τοιούτοις ἐπακολουθοῦσι. Τοῖς δὲ ὑπηκόοις Θεῷ ἀνθρώποις εἷς νόμος Θεοῦ ἁπλοῦς, ἀληθής, ζῶν οὗτος ἐνυπάρχει· «Ὃ σὺ μισεῖς ὑφ' ἑτέρου σοὶ γενέσθαι, σὺ ἄλλῳ οὐ ποιήσεις.» Oὐ βούλει τῇ γυναικί σού τινα ἐμβλέψαι κακῶς εἰς διαφθορὰν αὐτῆς· μηδὲ σὺ τῇ τοῦ πλησίον σου γυναικὶ κακοήθως ἀτενίσῃς. Oὐ βούλει σου τὸ ἱμάτιον ἀρθῆναι· μηδὲ σὺ τὸ τοῦ ἑτέρου ἄρῃς. Oὐ θέλεις πληγῆναι, λοιδορηθῆναι, ὑβρισθῆναι· μηδὲ σὺ ἄλλῳ ταῦτα διαθῇς. Ἀλλὰ καταρᾶταί σέ τις; Σὺ εὐλόγησον αὐτόν, ὅτι γέγραπται ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν· «Ὁ εὐλογῶν σε εὐλόγηται, καὶ ὁ καταρώμενός σε κεκατήραται.» Ὁμοίως καὶ ἐν τῷ Eὐαγγελίῳ γέγραπται· «Eὐλογεῖτε τοὺς