1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

188

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρο νομίαν σου, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ποίμανον αὐτοὺς ὑπὸ τὴν δεξιάν σου καὶ σκέπασον αὐτοὺς ὑπὸ τὰς πτέρυγάς σου, καὶ δὸς αὐτοῖς τὸν ἀγῶνα τελέσαι τὸν καλόν, τὸν δρόμον ἀνῦσαι, τὴν πίστιν τηρῆσαι ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου Παιδός, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Ἐπιτελείσθω δὲ τρίτα τῶν κεκοιμημένων ἐν ψαλμοῖς καὶ προσευχαῖς διὰ τὸν διὰ τριῶν ἡμερῶν ἐγερθέντα, καὶ ἔνατα εἰς ὑπόμνησιν τῶν περιόντων καὶ τῶν κεκοιμη μένων, καὶ τριακοστὰ κατὰ τὸν παλαιὸν τύπον· Μωϋσῆν γὰρ οὕτως ὁ λαὸς ἐπένθησεν, καὶ ἐνιαύσια ὑπὲρ μνείας αὐτοῦ. Καὶ διδόσθω ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πένησιν εἰς ἀνάμνησιν αὐτοῦ. Ταῦτα δὲ περὶ εὐσεβῶν λέγομεν· περὶ γὰρ ἀσεβῶν ἐὰν τὰ τοῦ κόσμου δῷς πένησιν, οὐδὲν ὀνήσεις αὐτόν. Ὣι γὰρ περιόντι ἐχθρὸν ἦν τὸ θεῖον, δῆλον ὅτι καὶ μεταστάντι· «οὐ γὰρ ἔστιν ἀδικία παρ' αὐτῷ.» «∆ίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησεν.» Καί· «Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ.» Ἐν δὲ ταῖς μνείαις αὐτῶν καλούμενοι μετὰ εὐταξίας ἑστιᾶσθε καὶ φόβου Θεοῦ, ὡς δυνάμενοι καὶ πρεσβεύειν ὑπὲρ αὐτῶν τῶν μεταστάντων. Πρεσβύτεροι γὰρ καὶ διάκονοι Χριστοῦ ὑπάρχοντες, νήφειν ὀφείλετε πάντοτε καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς ἑτέρους, ἵνα δύνησθε τοὺς ἀτακτοῦντας νουθετεῖν. Λέγει δὲ ἡ γραφή· «Oἱ δυνάσται θυμώδεις εἰσίν· οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται.» Oὐκοῦν καὶ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι μετὰ τὸν Θεὸν τὸν παντοκράτορα καὶ τὸν ἠγαπημένον αὐτοῦ Υἱὸν δυνάσται ὑπάρχουσι τῆς Ἐκκλησίας. Τοῦτο δέ φαμεν, οὐχ ἵνα μὴ πίνωσιν, ἄλλως γὰρ ἔστιν ὑβρίσαι τὸ ὑπὸ Θεοῦ γενόμενον εἰς εὐφροσύνην, ἀλλ' ἵνα μὴ παροινῶσιν. Oὐ γὰρ εἶπεν ἡ γραφὴ μὴ πίνειν οἶνον, ἀλλὰ τί φησιν; Μὴ πίνειν οἶνον εἰς μέθην. Καὶ πάλιν· «Ἄκανθαι φύονται ἐν χειρὶ μεθύσου.» Τοῦτο δὲ οὐ περὶ τῶν κληρικῶν μόνον φαμέν, ἀλλὰ καὶ περὶ παντὸς λαϊκοῦ χριστιανοῦ, ἐφ' οὑ ἐπικέκληται τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ αὐτοῖς γὰρ εἴρηται· «Τίνι οὐαί; Τίνι θόρυβος; Τίνι ἀηδίαι καὶ λέσχαι; Τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Τίνι συντρίμματα διακενῆς; Oὐ τῶν χρονιζόντων ἐν οἴνῳ καὶ κατασκοπουμένων, ποῦ πότοι γίνονται;» Τοὺς διωκομένους διὰ πίστιν καὶ πόλιν ἐκ πόλεως