1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

93

μὴν Ἱερουσαλὴμ ἢ τὰ τοῦ Θεοῦ ἅγια ἢ τὸ θυσιαστήριον καὶ τὸ δῶρον ἢ τὴν τοῦ ναοῦ χρύσωσιν ἢ τὴν οἰκείαν κεφαλήν, ἰουδαϊκῆς γὰρ παραφθορᾶς ἡ συνήθεια, διὸ καὶ ἀπαγορευτέα, εἶναι δὲ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὒ τοῖς πιστοῖς παρεγγυᾷ, καὶ τὸ τούτων περισσὸν τοῦ πονηροῦ εἶναι λέγει· πόσῳ μᾶλλον ὑπόδικοι οἱ τὰ ψευδώνυμα ὡς ὅρκια ἐπομνύμενοι καὶ τὰ νομιζόμενα ἀντὶ τῶν ἀληθῶν δοξάζοντες; Oὓς ὁ Θεὸς διὰ μοχθηρίαν παρέδωκεν εἰς ἀβουλίαν, ἐνεργεῖν τὰ μὴ δέοντα. Τὰς ἡμέρας τῶν ἑορτῶν φυλάσσετε, ἀδελφοί, καὶ πρώτην γε τὴν γενέθλιον, ἥτις ὑμῖν ἐπιτελείσθω εἰκοστῇ πέμπτῃ τοῦ ἐνάτου μηνός. Μεθ' ἣν ἡ ἐπιφάνιος ὑμῖν ἔστω τιμιωτάτη, καθ' ἣν ὁ Κύριος ἀνάδειξιν ὑμῖν τῆς οἰκείας θεότητος ἐποιήσατο· γινέσθω δὲ καὶ αὕτη ἕκτῃ τοῦ δεκάτου μηνός. Μεθ' ἃς ὑμῖν φυλακτέα ἡ νηστεία τῆς τεσσαρα κοστῆς, μνήμην περιέχουσα τῆς τοῦ Κυρίου πολιτείας τε καὶ νομοθεσίας. Ἐπιτελείσθω δὲ ἡ νηστεία αὕτη πρὸ τῆς νηστείας τοῦ πάσχα, ἀρχομένη μὲν ἀπὸ δευτέρας, πληρουμένη δὲ εἰς παρασκευήν. Μεθ' ἃς ἀπονηστεύσαντες ἄρξασθε τῆς ἁγίας τοῦ πάσχα ἑβδομάδος, νηστεύοντες αὐτὴν πάντες μετὰ φόβου καὶ τρόμου, προσευχόμενοι ἐν αὐταῖς περὶ τῶν ἀπολλυμένων. Ἤρξαντο γὰρ τὴν κατὰ τοῦ Κυρίου ἐπιβουλὴν ποιεῖσθαι δευτέρᾳ σαββάτων μηνὶ πρώτῳ, ὅς ἐστι Ξανθικός· καὶ τῇ τρίτῃ τοῦ σαββάτου παρέτεινεν ἡ σκέψις, τῇ δὲ τετράδι διωρίσαντο σταυρῷ ἀνελεῖν αὐτόν. Καὶ Ἰούδας γνοὺς τοῦτο, ἐκ πολλοῦ μὲν διαστραφείς, τότε δὲ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου βληθεὶς φιλαργυρίᾳ, καίτοι πάλαι τὸ γλωσσό κομον ἐγκεχειρισμένος καὶ κλέπτων τὰ τῶν πενήτων, οὐκ ἀπεβλήθη ὑπὸ τοῦ Κυρίου διὰ μακροθυμίαν· ἀλλὰ καί ποτε μὲν ἑστιωμένων ἡμῶν σὺν αὐτῷ, βουλόμενος καὶ αὐτὸν σωφρονίσαι καὶ ἡμᾶς παιδεῦσαι τὴν πρόγνωσιν αὐτοῦ, λέγει· «Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.» Καὶ ἑκάστου ἡμῶν λέγοντος· «Μήτι ἐγώ;» Καὶ τοῦ Κυρίου σιωπῶντος, ἀναστὰς ἐγώ, εἷς ἐκ τῶν δώδεκα, φιλού μενος πλεῖον τῶν ἄλλων ὑπ' αὐτοῦ, ἐνστερνισάμενος αὐτὸν ἱκέτευον εἰπεῖν, τίς ἂν εἴη ὁ παραδώσων αὐτόν· καὶ οὐδ' οὕτως ἡμῖν εἴρηκεν αὐτοῦ τὸ ὄνομα ὁ ἀγαθὸς Κύριος, ἀλλὰ δύο σημεῖα τοῦ προδότου ἔδωκεν, ἓν μὲν εἰπών· «Ὁ ἐμβαπτόμενος μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ.» ∆εύτερον δέ· «Ὧι ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω.» Καίτοι κἀκείνου λέγοντος· «Μήτι ἐγώ εἰμι, ῥαββί;» Oὐκ εἶπεν ὁ Κύριος, ὅτι ναί, ἀλλ' ὅτι «Σὺ εἶπας.» Καὶ φοβῆσαι αὐτὸν ἐπὶ τούτῳ βουληθείς, φησίν· «Oὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ