1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

77

αὐτοῖς χορηγουμένων, καὶ εὐχαριστεῖν τῷ Θεῷ τῷ διδόντι τοῖς πεινῶσι τροφὴν καὶ ἐπ' αὐτῷ τοὺς ὀφθαλμοὺς ἐκτείνειν. «Τίς γάρ, φησίν, ὑμῶν φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ; Aὐτὸς γὰρ ἀνοίγει τὴν χεῖρα αὐτοῦ καὶ ἐμπιπλᾷ πᾶν ζῷον εὐδοκίας, σῖτον νεανίσκοις καὶ οἶνον παρθένοις καὶ ἔλαιον εἰς εὐφροσύνην τῶν ζώντων, χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, κρέα τοῖς θηρίοις, σπέρματα τοῖς ὀρνέοις καὶ πᾶσι τὴν πρόσφορον τροφήν.» ∆ιό φησιν καὶ ὁ Κύριος· «Καταμάθετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Μὴ οὖν μεριμνήσητε λέγοντες· τί φάγομεν ἢ τί πίομεν; Oἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν, ὅτι χρῄζετε τούτων ἁπάντων.» Τοσαύτης οὖν τῆς παρ' αὐτοῦ προνοίας ἀπολαύοντες καὶ τῶν παρ' αὐτοῦ μεταλαμβάνοντες ἀγαθῶν, αἶνον ἀναπέμπειν ὀφείλετε τῷ ὀρφανὸν καὶ χήραν ἀναλαμβάνοντι παντοκράτορι Θεῷ διὰ τοῦ ἠγαπημένου Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' οὗ ἡ δόξα τῷ Θεῷ ἐν Πνεύματι καὶ ἀληθείᾳ εἰς τοὺς αἰῶνας· ἀμήν. Χρὴ δὲ τὸν ἐπίσκοπον εἰδέναι, τίνων ὀφείλει δέχεσθαι καρποφορίας καὶ τίνων οὐκ ὀφείλει. Φυλακτέοι γὰρ αὐτῷ πρὸς δόσιν κάπηλοι· «Oὐ δικαιωθήσεται γὰρ κάπηλος ἀπὸ ἁμαρτίας.» Περὶ αὐτῶν γάρ που καὶ Ἡσαΐας ὀνειδίζων τὸν Ἰσραὴλ ἔλεγεν· «Oἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι.» Φευκτέοι δ' αὐτῷ καὶ πόρνοι. «Oὐ προσοίσεις γὰρ τῷ κυρίῳ μίσθωμα πόρνης.» Καὶ ἅρπαγες καὶ τῶν ἀλλοτρίων ἐπιθυμηταὶ καὶ μοιχοί, βδελυκταὶ γὰρ αἱ τούτων θυσίαι τῷ Θεῷ. Ἀλλὰ καὶ οἱ ἐκθλίβοντες χήραν καὶ ὀρφανὸν καταδυ ναστεύοντες καὶ τὰς φυλακὰς πληροῦντες ἀναιτίων ἢ καὶ τοῖς ἑαυτῶν οἰκέταις πονηρῶς χρώμενοι, πληγαῖς φημι καὶ λιμῷ καὶ κακοδουλίᾳ, ἢ καὶ πόλεις ὅλας λυμαινόμενοι φευκτέοι ἔστωσάν σοι, ὦ ἐπίσκοπε, καὶ αἱ τούτων προσφοραὶ μυσαραί. Παραιτήσῃ δὲ καὶ ·ᾳδιουργοὺς καὶ ·ήτορας ἀδικίᾳ συναγωνιζομένους καὶ εἰδωλοποιοὺς καὶ κλέπτας καὶ τελώνας ἀδίκους καὶ ζυγοκρούστας καὶ δολομέτρας, καὶ στρατιώτην συκοφάντην, μὴ ἀρκούμενον τοῖς ὀψωνίοις, ἀλλὰ τοὺς πένητας διασείοντα, φονέα τε καὶ δήμιον καὶ δικαστὴν παράνομον, πραγμάτων ἀνατροπέα, ἀνθρώπων ἐπίβουλον, μιαρῶν ἐργάτην, μέθυσον, βλάσφημον, κίναιδον, τοκογλύ φον, καὶ παντὸς ἑτέρου πονηροῦ καὶ τῇ γνώμῃ τοῦ Θεοῦ διαμαχομένου, ὅτι λέγει ἡ γραφὴ βδελυκτοὺς εἶναι παρὰ