1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

14

ὑπνώδης.» Καὶ ἐν ἄλλοις· «Ἐὰν δὲ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περι πατήσεις γυμνότερος ὑπέρου.» Ὡς ἀληθῶς γὰρ μήτηρ ἐστὶν ἡ ἀργία τοῦ λιμοῦ. Ἔστω δὲ ὁ ἐπίσκοπος ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητα παρορῶν ἢ καταδυναστεύων. «Oὐ λήψῃ γάρ, φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ, πρόσωπον πλουσίου, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις.» Καὶ πάλιν· «∆ικαίως διώξει τὸ δίκαιον.» Τροφῇ καὶ ποτῷ λυσιτελὴς καὶ αὐτάρκης ὑπαρχέτω ὁ ἐπίσκοπος, ἵνα δυνηθῇ νήφειν πρὸς τὸ νουθετεῖν τοὺς ἀπαιδεύτους· ἔστω μὴ δάπανος, μὴ τρυφητής, μὴ ἡδύβιος, μὴ χρηστο φάγος. Ἔστω δὲ ἀνεξίκακος, μακρόθυμος ἐν ταῖς νουθεσίαις, πολυδιδακτικός, μελετῶν καὶ σπουδάζων ἐν ταῖς κυριακαῖς βίβλοις, πολὺ ἐν ἀναγνώσμασιν, ἵνα τὰς γραφὰς ἐπιμελῶς ἑρμηνεύῃ, ὁμοστοίχως τοῖς Προφήταις καὶ τῷ Νόμῳ τὸ Eὐαγγέλιον ἑρμηνεύων· ὁμοίως τῷ Eὐαγγελίῳ στοιχείτωσαν αἱ ἐκ Νόμου καὶ Προφητῶν ἑρμηνεῖαι. Λέγει γὰρ ὁ Κύριος Ἰησοῦς· «Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Καὶ πάλιν· «Περὶ γὰρ ἐμοῦ Μωϋσῆς ἔγραψεν.» Πρὸ πάντων δὲ διαστολεὺς ἀγαθὸς γινέσθω, νόμον καὶ δευτέρωσιν διαιρῶν, καὶ δεικνύων τί νόμος ἐστὶν πιστῶν καὶ τί δεσμὰ ἀπίστων, ἵνα μή τις ὑποπέσῃ τοῖς δεσμοῖς. Ἐπιμελοῦ οὖν τοῦ λόγου, ἐπίσκοπε, ἵνα, εἰ δυνατόν σοι, πάντα κατὰ λέξιν ἑρμηνεύσῃς καὶ ἐν πολλῇ διδαχῇ πλουσίως τρέφῃς καὶ ποτίζῃς τὸν λαόν σου τὸν φωτισμὸν τοῦ νόμου. «Φωτίσατε γάρ, φησὶν ὁ Θεός, ἑαυτοῖς φῶς γνώσεως, ὡς ἔτι καιρός.» Ἔστω δὲ ὁ ἐπίσκοπος μὴ αἰσχροκερδής, καὶ μάλιστα ἐπὶ τῶν ἐθνῶν, βλαπτόμενος μᾶλλον ἢ βλάπτων, μὴ πλεονέκτης, μὴ ἅρπαξ, μὴ ἀποστερητής, μὴ φιλοπλού σιος, μὴ μισόπτωχος, μὴ κατάλαλος, μὴ ψευδομάρτυς, μὴ θυμώδης, μὴ φιλόμαχος, μὴ ταῖς τοῦ βίου πραγματείαις συμπεπλεγμένος, μὴ ἐγγυώμενός τινα ἢ συνηγορῶν δίκαις χρηματικαῖς, μὴ φίλαρχος, μὴ δίγνωμος, μὴ δίγλωσσος, μὴ πρὸς διαβολὴν ἢ καταλαλιὰν φιλήκοος, μὴ ὑποκριτής, μὴ ταῖς ἑορταῖς τῶν ἐθνῶν ἐπορεγόμενος, ἀπάταις κεναῖς μὴ χρώμενος, μηδὲ ἐπιθυμητικός, μὴ φιλάργυρος, ὅτι πάντα τὰ τοιαῦτα ἐχθρὰ τοῦ Θεοῦ ὑπάρχει καὶ δαιμόνων φίλα. Ταῦτα δὲ πάντα καὶ τοῖς λαϊκοῖς ὁ ἐπίσκοπος διαβε βαιούμενος παραγγελλέτω, ἐνάγων αὐτοὺς μιμητὰς γίνεσθαι