1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

107

πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται», πᾶσαν γὰρ δύναμιν λόγου καὶ ἐνέργειαν καὶ τὴν τοιάνδε ἐπισκοπὴν ἀπάρας ὁ Θεὸς ἐκ τοῦ λαοῦ, εἰς ὑμᾶς τοὺς ἐξ ἐθνῶν ἔθετο. ∆ιὰ γὰρ τοῦτο ζηλώσας καὶ ὁ διάβολος τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν μετέστη εἰς ὑμᾶς, ἐπεγείρας ὑμῖν θλίψεις, διωγμούς, ἀκαταστασίας, βλασφημίας, σχίσματα, αἱρέσεις· ἐκεῖνον γὰρ τὸν λαὸν διὰ τῆς χριστοκτονίας εἰς ἑαυτὸν ὑπηγάγετο, ὑμᾶς δὲ ἀποστάντας αὐτοῦ τῆς ματαιότητος ἄλλοτε ἄλλως πειράζει, ὡς καὶ τὸν μακάριον Ἰώβ. Καὶ γὰρ τῷ μεγάλῳ ἀρχιερεῖ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ ἀντέκειτο, καὶ ἡμᾶς πολλάκις ἐξῃτήσατο ἐξυδαρωθῆναι, ὅπως ἐκλείπῃ ἡ πίστις ἡμῶν. Ἀλλ' ὁ ἡμέτερος Κύριος καὶ διδάσκαλος, ἐν δίκῃ καταστήσας αὐτόν, ἔλεγεν αὐτῷ· «Ἐπιτιμήσαι ἐν σοὶ Κύριος, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλε ξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ἐξεσπασμένον ὡς δαλός;» Καὶ ὁ εἰπὼν τότε τοῖς παρεστῶσιν τῷ ἀρχιερεῖ· «Περιέλετε τὰ ἱμάτια τὰ ·υπαρὰ ἀπ' αὐτοῦ», καὶ ἐπειπών· «Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου ἀπὸ σοῦ», οὗτος ἐρεῖ καὶ νῦν, ὡς καὶ πάλαι συνηθροισμένων ἡμῶν ἔλεγεν περὶ ἡμῶν, ὅτι «Ἐδεήθην, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις ὑμῶν.» Eἶχεν μὲν οὖν καὶ ὁ ἰουδαϊκὸς ὄχλος αἱρέσεις κακίας. Καὶ γὰρ καὶ Σαδδουκαῖοι ἐξ αὐτῶν οἱ μὴ ὁμολογοῦντες νεκρῶν ἀνάστασιν. Καὶ Φαρισαῖοι οἱ τύχῃ καὶ εἱμαρμένῃ ἐπιγράφοντες τὴν τῶν ἁμαρτανόντων πρᾶξιν. Καὶ Μασβω θαῖοι οἱ πρόνοιαν ἀρνούμενοι, ἐξ αὐτομάτου δὲ φορᾶς λέγοντες τὰ ὄντα συνεστάναι καὶ ψυχῆς τὴν ἀθανασίαν περικόπτοντες. Καὶ Ἡμεροβαπτισταί, οἵτινες καθ' ἑκάστην ἡμέραν ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, ἀλλὰ καὶ τὰς κλίνας καὶ τοὺς πίνακας ἤτοι κρατῆρας καὶ ποτήρια καὶ καθίσματα, ἐὰν μὴ καθάρωσιν ὕδατι, οὐδενὶ χρῶνται. Καὶ οἱ ἐφ' ἡμῶν νῦν φανέντες Ἐβιωναῖοι, τὸν Υἱὸν τοῦ Θεοῦ ψιλὸν ἄνθρωπον εἶναι βουλόμενοι, ἐξ ἡδονῆς ἀνδρὸς καὶ συμπλοκῆς Ἰωσὴφ καὶ Μαρίας αὐτὸν γεννῶντες. Oἱ δὲ τούτων πάντων ἑαυτοὺς χωρίσαντες καὶ τὰ πάτρια φυλάσσοντές εἰσιν Ἐσσαῖοι. Ταῦτα μὲν οὖν ἐν τῷ προτέρῳ λαῷ, καὶ νῦν ὁ πονηρός, σοφὸς ὢν τοῦ κακοποιῆσαι καὶ τὸ καλὸν ὅ τι ποτέ ἐστιν ἀγνοῶν, ἐξ ἡμῶν τινας ἐκβαλὼν ἐνήργησεν ἐν αὐτοῖς αἱρέσεις καὶ σχίσματα. Ἡ δὲ καταρχὴ τῶν νέων αἱρέσεων γέγονεν οὕτως. Σίμωνά τινα ἀπὸ Γιτθῶν οὕτω καλουμένης κώμης Σαμαρέα, τῇ τέχνῃ μάγον, ἐνδυσάμενος ὁ διάβολος ὑπηρέτην τῆς αὐτοῦ μοχθηρᾶς γνώμης ἐποιήσατο. Ἡνίκα δὲ Φίλιππος ὁ συναπόστολος ἡμῶν τῇ τοῦ Κυρίου δόσει καὶ τῇ τοῦ Πνεύμα