1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

178

σώματος ἀναπληρώσει τῆς ἐνδείας· αὐτὸς οὖν καὶ νῦν ἐπίβλε ψον ἐπὶ τὴν ἁγίαν σου Ἐκκλησίαν καὶ αὔξησον αὐτήν, καὶ πλήθυνον τοὺς ἐν αὐτῇ προεστῶτας καὶ δὸς δύναμιν πρὸς τὸ κοπιᾶν αὐτοὺς λόγῳ καὶ ἔργῳ πρὸς οἰκοδομὴν τοῦ λαοῦ σου. Aὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τὸν δοῦλόν σου τοῦτον τὸν ψήφῳ καὶ κρίσει τοῦ κλήρου παντὸς εἰς πρεσβυτέριον ἐπιδοθέντα, καὶ ἔμπλησον αὐτὸν Πνεῦμα χάριτος καὶ συμβουλίας τοῦ ἀντιλαμβάνεσθαι καὶ συγκυβερνᾶν τὸν λαόν σου ἐν καθαρᾷ καρδίᾳ, ὃν τρόπον ἐπεῖδες ἐπὶ λαὸν ἐκλογῆς σου καὶ προσέταξας Μωϋσεῖ αἱρήσασθαι πρεσβυ τέρους, οὓς ἐνέπλησας Πνεύματος. Καὶ νῦν, Κύριε, παράσχου ἀνελλιπὲς τηρῶν ἐν ἡμῖν τὸ Πνεῦμα τῆς χάριτός σου, ὅπως, πλησθεὶς ἐνεργημάτων ἰαματικῶν καὶ λόγου διδακτικοῦ, ἐν πραότητι παιδεύῃ σου τὸν λαὸν καὶ δουλεύῃ σοι εἰλικρινῶς ἐν καθαρᾷ διανοίᾳ καὶ ψυχῇ θελούσῃ, καὶ τὰς ὑπὲρ τοῦ λαοῦ σου ἱερουργίας ἀμώμως ἐκτελῇ, διὰ τοῦ Χριστοῦ σου, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Περὶ δὲ χειροτονίας διακόνου ἐγὼ Φίλιππος διατάσσομαι. ∆ιάκονον καταστήσεις, ὦ ἐπίσκοπε, ἐπιθεὶς αὐτῷ τὰς χεῖρας, παρεστῶτός σοι παντὸς τοῦ πρεσβυτερίου καὶ τῶν διακόνων, καὶ ἐπευξάμενος ἐρεῖς· Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀληθινὸς καὶ ἀψευδής, ὁ πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους σε ἐν ἀληθείᾳ, ὁ φοβερὸς ἐν βουλαῖς, ὁ σοφὸς διανοίᾳ, ὁ κραταιὸς καὶ μέγας· εἰσάκουσον προσευχῆς ἡμῶν, Κύριε, καὶ ἐνώτισαι τὴν δέησιν ἡμῶν, καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου τόνδε, τὸν προχειριζόμενόν σοι εἰς διακονίαν, καὶ πλῆσον αὐτὸν Πνεύματος καὶ δυνάμεως, ὡς ἔπλησας Στέφανον τὸν πρωτομάρτυρα καὶ μιμητὴν τῶν παθημάτων τοῦ Χριστοῦ σου· καὶ καταξίωσον αὐτόν, εὐαρέστως λειτουργήσαντα τὴν ἐγχειρισθεῖσαν αὐτῷ δια κονίαν ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, μείζονος ἀξιωθῆναι βαθμοῦ, διὰ τῆς μεσιτείας τοῦ Χριστοῦ σου, τοῦ μονογενοῦς Υἱοῦ σου, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Περὶ δὲ διακονίσσης Βαρθολομαῖος διατάσσομαι. Ὣ ἐπίσκοπε, ἐπιθήσεις αὐτῇ τὰς χεῖρας, παρεστῶτος τοῦ πρεσβυτερίου καὶ τῶν διακόνων καὶ τῶν διακονισσῶν, καὶ ἐρεῖς· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ἀνδρὸς καὶ γυναικὸς δημιουργός, ὁ πληρώσας Πνεύματος Μαριὰμ καὶ ∆εββῶραν καὶ Ἄνναν