1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

42

ἀληθεύομεν, μαρτυρεῖ μὲν καὶ ἡ χεὶρ Ἰσχύρα, μαρτυρεῖ δὲ καὶ τὰ πράγματα αὐτά, ὅτι ἡμῶν μὲν μηδὲν συνειδότων τοιοῦτόν τι γεγενῆσθαι Φιλάγριον παρέλαβον μεθ' ἑαυτῶν, 75.5 ἵνα τῷ φόβῳ τοῦ ξίφους καὶ ταῖς ἀπειλαῖς ἃ βούλονται συσκευάσωνται. ταῦτα ὡς ἐπὶ θεοῦ μαρτυροῦμεν, ταῦτα ὡς εἰδότες καὶ ἐσομένην κρίσιν παρὰ θεοῦ λέγομεν, θέλοντες μὲν ἐλθεῖν πάντες πρὸς ὑμᾶς, ἀρκεσθέντες δὲ τοῖς ἐξ ἡμῶν, ἵνα τὰ γράμματα τὴν τῶν μὴ παραγενομένων παρουσίαν ἀποπληρώσῃ. 75.6 Ἰγγένιος πρεσβύτερος ἐρρῶσθαι ὑμᾶς εὔχομαι ἐν κυρίῳ, ἀγαπητοὶ πατέρες Θέων πρεσβύτερος Ἀμμωνᾶς πρεσβύτερος Ἡράκλειος πρεσβύτερος Βόκκων πρεσβύτερος Τρύφων πρεσβύτερος Πέτρος πρεσβύτερος Ἱέραξ πρεσβύτερος Σαραπίων πρεσβύτερος Μάρκος πρεσβύτερος Πτολλαρίων πρεσβύτερος Γάιος πρεσβύτερος ∆ιόσκορος πρεσβύτερος ∆ημήτριος πρεσβύτερος Θύρσος πρεσβύτερος ∆ιάκονοι Πιστὸς διάκονος Ἀπολλὼς διάκονος Σερρᾶς διάκονος Πιστὸς διάκονος Πολύνικος διάκονος Ἀμμώνιος διάκονος Μαῦρος διάκονος Ἥφαιστος διάκονος Ἀπολλὼς διάκονος Μετωπᾶς διάκονος Ἀπολλὼς διάκονος Σεραπᾶς διάκονος Μελίφθογγος διάκονος Λούκιος διάκονος Γρηγορᾶς διάκονος

76.1 Οἱ αὐτοὶ πρὸς τὸν κουριῶσον καὶ Φιλάγριον τότε λεγόμενον ἔπαρχον Αἰγύπτου Φλαβίῳ Φιλαγρίῳ καὶ Φλαβίῳ Παλλαδίῳ δουκιναρίῳ παλατίνῳ κουριώσῳ καὶ Φλαβίῳ Ἀντωνίνῳ βιάρχῳ κεντηναρίῳ τῶν κυρίων μου τῶν λαμπροτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου παρὰ τῶν πρεσβυτέρων καὶ διακόνων τοῦ Μαρεώτου, νομοῦ τῆς καθολικῆς ἐκκλησίας τῆς ὑπὸ τὸν αἰδεσιμώτατον ἐπίσκοπον Ἀθανάσιον· διὰ τῶν ἑξῆς ὑπογραφόντων τάδε μαρτυρούμενοι ἐπιδιδόαμεν· 76.2 Ἐπειδὴ Θεόγνιος καὶ Μάρις καὶ Μακεδόνιος καὶ Θεόδωρος καὶ Οὐρσάκιος καὶ Οὐάλης ὡς ἀποσταλέντες ὑπὸ πάντων τῶν ἐπισκόπων τῶν συνελθόντων ἐν τῇ Τύρῳ ἀπήντησαν ἐν τῇ ἡμετέρᾳ παροικίᾳ φάσκοντες ἐντολὰς εἰληφέναι, ὡς ζητῆσαί τινα ἐκ κλησιαστικὰ πράγματα, ἐν οἷς ἔλεγον καὶ περὶ ποτηρίου κυριακοῦ κεκλασμένου ὑπο βληθέντος αὐτοῖς ὑπὸ Ἰσχύρα, ὃν ἤγαγον μεθ' ἑαυτῶν, λέγοντος ἑαυτὸν εἶναι πρεσ 76.3 βύτερον, ὃς οὐκ ἔστι πρεσβύτερος, -ὑπὸ γὰρ Κολλούθου τοῦ πρεσβυτέρου φαντασθέντος ἐπισκοπὴν καὶ ὕστερον ὑπὸ κοινῆς συνόδου Ὁσίου καὶ τῶν σὺν αὐτῷ ἐπισκόπων κε λευσθέντος πρεσβυτέρου εἶναι, καθὸ καὶ πρότερον ἦν, κατεστάθη καὶ κατὰ ἀκολουθίαν πάντες οἱ ὑπὸ Κολλούθου κατασταθέντες ἀνέδραμον εἰς τὸν αὐτὸν τόπον, εἰς ὃν καὶ πρό τερον ἦσαν, ὡς καὶ αὐτὸς Ἰσχύρας λαικὸς ὤφθη, ἥν τε λέγει ἔχειν ἐκκλησίαν, μηδὲ πώποτε ἐκκλησίαν γεγενῆσθαι, ἀλλ' οἰκητικὸν οἰκημάτιον μικρὸν ὀρφανοῦ παιδίου Ἰσίωνος 76.4 τοὔνομα, -καὶ διά τοι τοῦτο τῇδε τῇ διαμαρτυρίᾳ ἐχρησάμεθα ἐπορκίζοντές σε κατὰ τοῦ παντοκράτορος θεοῦ καὶ κατὰ τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου τοῦ Αὐγούστου, καὶ τῶν ἐπιφανεστάτων Καισάρων παίδων αὐτοῦ ταῦτα αὐτὰ εἰς γνῶσιν ἀνενεγκεῖν τῇ εὐσεβείᾳ αὐτῶν. οὔτε γὰρ πρεσβύτερός ἐστι τῆς καθολικῆς ἐκκλησίας οὔτε ἐκκλησίαν 76.5 ἔχει οὔτε ποτὲ ποτήριον ἐκλάσθη, ἀλλὰ πάντα ψεύδεται καὶ πλάττεται. ὑπατείᾳ 76.5 Ἰουλίου Κωνσταντίου τοῦ λαμπροτάτου πατρικίου ἀδελφοῦ τοῦ εὐσεβεστάτου βασιλέως Κωνσταντίνου τοῦ Αὐγούστου καὶ Ῥουφίνου Ἀλβίνου τῶν λαμπροτάτων, Θὼθ δεκάτῃ.

77.1 Οἱ μὲν οὖν πρεσβύτεροι ταῦτα, ἃ δὲ καὶ οἱ ἐπίσκοποι οἱ μεθ' ἡμῶν ἐλθόντες εἰς τὴν Τύρον συνορῶντες τὴν συσκευὴν καὶ τὴν ἐπιβουλὴν ἔγραψαν καὶ διεμαρτύ ραντο, ἔστι ταῦτα· 77.2ν Τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις, κυρίοις τιμιωτάτοις, οἱ ἀπ' Αἰγύπτου σὺν Ἀθανασίῳ ἐλθόντες τῆς καθολικῆς ἐκκλησίας ἐν κυρίῳ χαίρειν. Οὐκέτι νομίζομεν τὴν συσκευὴν ἄδηλον εἶναι τὴν παρὰ τῶν περὶ Εὐσέβιον καὶ Θεόγνιον καὶ Μάριν καὶ Νάρκισσον καὶ Θεόδωρον καὶ Πατρόφιλον ἡμῖν γιγνομένην. καὶ κατ' ἀρχὴν μὲν γὰρ παρῃτούμεθα πάντες διὰ τοῦ